§19.70ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν §19.71αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω §19.72ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι §19.73δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
“好让我再次前行,去迎击并考验特洛伊人,看他们是否还想在船旁宿营;但我认为他们之中有许多人会乐于屈膝歇息,只要他们能在我们的枪下逃离这残酷的战场。
” 他这样说完,穿戴精美护胫的阿开亚人们都十分欣喜,因为宽宏大度的佩琉斯之子放弃了愤怒。
§19.76τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.77αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς· §19.78ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος §19.79ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν §19.80ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
人类之王阿伽门农也对他们开口说话,他就坐在自己的座位上,没有站到会场中央: “朋友们,达那奥斯的英雄们,阿瑞斯的侍从们,倾听站立着的人说话是件好事,也不应当打断他的发言;因为即使对能言善辩者来说,这也是件难事。
βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
即便是声音清脆的辩才,也会受到妨碍。
§19.83Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι §19.84σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
我将向佩琉斯之子表明我的心意;但你们其他的阿耳戈斯人要留心听,每个人都要牢记我的话。
§19.85πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον §19.86καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, §19.87ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, §19.88οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, §19.89ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
阿开亚人们常常对我提起这番话,并且责备我;但我并不是罪魁祸首,而是宙斯、命运女神(莫伊拉)和黑暗中行走的复仇女神(厄里倪厄斯),她们在会场中,将狂暴的惑乱(阿忒)投入了我的心中,就在我自己夺走阿喀琉斯奖赏的那一天。
§19.90ἀλλὰ τί κεν ῥέξαιμι;
但我能怎么办呢?
θεὸς διὰ πάντα τελευτᾷ.
神明成就了万事。
§19.91πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, §19.92οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει §19.93πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει §19.94βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
阿忒是宙斯的长女,她迷惑了所有人,这个毁灭性的生灵;她的双脚是轻柔的,因为她不曾在地面上走动,而是在人们的头上迈步,伤害着人类;她已将不止一人绊倒。
§19.95καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον §19.96ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν §19.97Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, §19.98ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην §19.99Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
事实上,曾经连宙斯也被迷惑了,人们说他是神明和人类中最伟大的一员;但即便是他,赫拉虽为女性,也用她的诡计欺骗了他,就在阿尔克墨涅准备在冠冕庄严的忒拜产下强壮的赫拉克勒斯的那一天。
§19.100ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· §19.101κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, §19.102ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
他曾向所有的神明吹嘘道: ‘诸位男神、女神,请听我说,让我说出我胸中的心灵所驱使我说的话。
§19.103σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια §19.104ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, §19.105τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
今天,接生女神埃勒提亚将使一个男人见到光明,他将统治所有居住在周围的人,那些人属于从我的血脉中繁衍出来的男人的后代。
’ 尊贵的赫拉用狡黠的心思对他说道: ‘你将食言,你的话也不会实现。
§19.108εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, §19.109ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν §19.110ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς §19.111τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
来吧,奥林匹斯之主啊,请对我立下神圣的誓言,凡是今天从妇人两足之间落地的男人,只要他是源自你血脉的子孙,就将统治周围的所有人。
§19.112ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, §19.113ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
’ 她这样说完;宙斯完全没有察觉到她的狡诈,而是立下了大誓,但这随后令他深受其害。
§19.114Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, §19.115καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη §19.116ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
赫拉疾飞而去,离开了奥林匹斯的山峰,迅速来到了阿开亚的阿耳戈斯,她知道在那里有着珀耳修斯之子斯塞涅洛斯那高贵的妻子。
§19.117ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· §19.118ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, §19.119Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
她正怀着爱子,已是第七个月了;赫拉将这不足月的小儿带到了世上,却延迟了阿尔克墨涅的产期,阻碍了埃勒提亚的到来。
§19.120αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· §19.121Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· §19.122ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει §19.123Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο §19.124σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
赫拉亲自作为信使,对克罗诺斯之子宙斯说道: ‘电闪雷鸣的父神宙斯啊,我将一句话放在你的心头:一位将统治阿耳戈斯人的英勇男子已经诞生,那那就是珀耳修斯之孙、斯塞涅洛斯之子欧律斯透斯,他是你的后代;由他来统治阿耳戈斯人并无不妥。
§19.125ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· §19.126αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο §19.127χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον §19.128μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα §19.129αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
’ 她这样说,锐利的痛苦刺痛了宙斯那深沉的内心;怀着心中的怒火,他立刻揪住头发油亮的惑乱(阿忒)的头,并立下重誓:阿忒绝不会再回到奥林匹斯和布满星辰的苍穹,她这迷惑一切的生灵。
§19.130ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος §19.131χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
这样说着,他用手旋转着将她从星空掷下;她很快便落入了凡人耕作的土地。
§19.132τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο §19.133ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
每当宙斯看到自己的爱子在欧律斯透斯的劳役下承受着不相称的重负时,他总是为她(阿忒)而叹息。
§19.134ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ §19.135Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, §19.136οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
我也是如此,当头盔闪烁的大赫克托尔在船尾旁毁灭着阿耳戈斯人时,我无法忘记最初让我误入歧途的阿忒。
§19.137ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, §19.138ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
但既然我曾被迷惑,且宙斯夺走了我的理智,我现在愿意和解,并献上无数的赎金;所以请你挺身参战,并督促其他人也投入战斗。
§19.139ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
”