Humanitext Reader

荷马 · 伊利亚特 §19.140-19.211

阿喀琉斯急于出战与奥德修斯的劝阻

第 174 段,共 226 段 · 希腊语

内容简介

阿伽门农提出立即提供和解的礼物,而阿喀琉斯则主张立刻出兵战斗。奥德修斯出面劝说,指出士兵必须先用膳,且礼物与誓言应在会场上公开展示,众人最终对此表示同意。

§19.140δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν §19.141χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
“至于那些礼物,我在这里都将提供,正如昨日高贵的奥德修斯前往你的营帐时所承诺的所有礼物。
§19.142εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, §19.143δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες §19.144οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
如果你愿意,虽然你急于战斗,但还请等候,我的侍从们会从我的船上取来礼物并运送过来,好让你亲眼看到我将给你怎样合心意的赏赐。
§19.145τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §19.146Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §19.147δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, §19.148ἤ τʼ ἐχέμεν παρὰ σοί·
” 捷足的阿喀琉斯回答他道: “阿特柔斯之子,最荣耀的、人类之王阿伽门农,至于礼物,如果你愿意提供,这很合适,或者你留在自己身边也行。
νῦν δὲ μνησώμεθα χάρμης §19.149αἶψα μάλʼ·
但现在,让我们立刻想到战斗。
οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας §19.150οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· §19.151ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται §19.152ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
因为我们不应该在这里磨蹭或拖延时间,因为还有宏大的伟业尚未完成;好让人们能再次看到阿喀琉斯身先士卒,用青铜长枪消灭特洛伊人的方阵。
§19.153ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
你们之中每个人都要心怀此念,去与敌人战斗。
§19.154τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.155μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ §19.156νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν §19.157Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται §19.158φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες §19.159ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
” 足智多谋的奥德修斯回答他道: “神一样的阿喀琉斯啊,即便你英勇无比,也请不要这样驱使饥饿的阿开亚子弟前往伊利翁去与特洛伊人战斗,因为战斗的时间将不会短暂,一旦男人们的方阵开始交锋,且神将斗志注入双方心中。
§19.160ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς §19.161σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
相反,请命令阿开亚人在疾驰的船旁享用食物和美酒,因为这就是活力和力量。
§19.162οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §19.163ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
因为一个人不可能整天直到落日在没有食物的情况下持续与敌人战斗。
§19.164εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, §19.165ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει §19.166δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
即使他心中极度渴望战斗,但他的四肢会在不知不觉中感到沉重,饥渴会降临到他身上,走动时膝盖会受阻。
§19.167ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς §19.168ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, §19.169θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα §19.170πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
而一个饱食了美酒与食物的男人,如果整天与敌对的男人们战斗,他的胸中会充满勇气的力量,他的四肢在所有人都退出战斗之前绝不会感到疲倦。
§19.171ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι §19.172ὅπλεσθαι·
所以,请遣散人群,并命令他们准备晚餐。
τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.173οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ §19.174ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
至于礼物,让人类之王阿伽门农运送到会场中央,好让所有的阿开亚人都能亲眼看见,也让你的心中感到温暖。
§19.175ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς §19.176μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
让他站在阿耳戈斯人中间,对你立下誓言:他从未登上她的床,也从未与她同寝。
§19.177ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
这是一个君王、也是所有男女之间应有的规矩。
§19.178καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
并且你自己胸中的心灵也要释怀。
§19.179αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω §19.180πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
随后,让他用你营帐里丰盛的筵席来款待和解,好让你在公理上不感到有任何欠缺。
§19.181Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ §19.182ἔσσεαι.
阿特柔斯之子啊,你此后对待他人也会更加公正。
οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα §19.183ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
因为当君王先发怒激怒了别人,随后去和那人求和和解,这并没什么可丢脸的。
§19.184τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §19.185χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· §19.186ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
” 人类之王阿伽门农回答他道: “拉埃尔特斯之子,听到你的这番话我很高兴,因为你已经把所有事情都合乎情理地阐明和讲清楚了。
§19.187ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, §19.188οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος.
我愿意立下这个誓言,我的心灵也如此催促我,绝不在神明面前发假誓。
αὐτὰρ Ἀχιλλεὺς §19.189μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· §19.190μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα §19.191ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
但是,阿喀琉斯,尽管你急于战斗,但还请在此等候片刻,你们其他所有人也都聚在一起等候,直到礼物从营帐里取来,我们结下可靠的誓约。
§19.192σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· §19.193κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν §19.194δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ §19.195χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
至于你,我亲自托付并命令你:在全阿开亚的杰出青年中挑选代表,去我的船旁把礼物运来,就是那些我们昨日承诺要给阿喀琉斯的所有东西,并且把女人们也带过来。
§19.196Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν §19.197κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
让塔尔提比奥斯赶快在宽广的阿开亚军中准备一只公猪,好献祭给宙斯和太阳神。
§19.198τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §19.199Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §19.200ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, §19.201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται §19.202καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
” 捷足的阿喀琉斯回答他道: “阿特柔斯之子,最荣耀的、人类之王阿伽门农,你们本该在别的、更合适的时候为这些事操劳,在战斗出现间歇、且我胸中的怒火不那么强烈的时候。
§19.203νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν §19.204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, §19.205ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον·
但现在,那些被砍杀的人正横尸沙场,他们被普里阿摩斯之子赫克托尔所打败,当时宙斯赐予了赫克托尔荣耀,你们却在这里催促大家吃喝。
ἦ τʼ ἂν ἔγωγε §19.206νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν §19.207νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι §19.208τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
如果是我的话,我现在就会命令阿开亚子弟去战斗,让他们空着肚子,等到落日时分,在我们洗刷了耻辱之后,再准备丰盛的晚餐。
§19.209πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη §19.210οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος §19.211ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
在那之前,对于我来说,我的喉咙里绝不会流下任何饮料或食物,因为我的挚友已经死去了,在我的营帐里被锋利的青铜砍杀,躺在那里。 ”

词汇与语法注释

  1. 19.147δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν — 由 αἴ κε (εἴ κε) 引导的条件从句,使用虚拟语气(ἐθέλῃσθα 为史诗形式的第二人称单数)。对应的归结主句被省略,生动地表现了阿喀琉斯对礼物漠不关心、急于求战的焦躁心理状态。
  2. 19.151ὥς κέ τις αὖτʼ Ἀχιλῆα — 连接词 ὥς κε 配合虚拟语气(ἴδηται)构成表示目的(为了……)的状语从句。该句式展现了阿喀琉斯极力想要向阿开亚军队展示自己重新身先士卒、重返战场杀敌的强烈目的。
  3. 19.182οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα — 由无人称形容词 νεμεσσητόν(省略了系动词 ἐστί)引导的不定式结构。宾格的 βασιλῆαñα 用作下一行(第183行)不定式 ἀπαρέσσασθαι 的逻辑主语,而 ἄνδρα(第183行)则是该不定式的直接宾语。整句结构意为:“当君王先激怒了他人,随后主动向那人求和和解,这并没什么可丢脸的。”

引用这一段

荷马, 伊利亚特 §19.140-19.211. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.140-19.211

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。