Humanitext Reader

ホメロス · イリアス §19.70-19.139

アガメムノンの弁明と惑乱の女神の神話

173 / 226 箇所 · ギリシア語

要旨

アキレウスは直ちに戦闘を開始するよう促し、アガメムノンは負傷のために座ったまま、自らの過ちを「惑乱」(アテ)のせいにして、ゼウスとヘラクレス誕生の神話を語りつつ和解と賠償を申し出ます。

§19.70ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν §19.71αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν·
さらに私が進み出てトロイア勢に立ち向かい、彼らが船の傍らで夜を明かしたいと望むかどうかを試すために。
ἀλλά τινʼ οἴω §19.72ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι §19.73δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
だが、彼らのうちのある者は、私たちの槍のもと、荒れ狂う戦いから逃れおおせば、喜んで膝を屈する(安らう)ことになるだろうと私は思う。
§19.74ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ §19.75μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
こうして彼は語り、気高いペレウスの子が怒りを解いたので、美しい脛当てを穿いたアカイア人たちは大いに喜んだ。
§19.76τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.77αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
人々の王アガメムノンもまた、彼らに向かって語りかけたが、中央に立ち上がることはせず、その場に座ったままであった。
§19.78ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
「友よ、ダナオスの英雄たちよ、アレスの従者たちよ。
§19.79ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν §19.80ὑββάλλειν·
立っている者の言葉に耳を傾けるのは良いことだが、遮ることは望ましくない。
χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
いかに熟達した者であっても、(遮られれば)語ることは困難だからだ。
§19.81ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι §19.82ἢ εἴποι;
人々の大いなる喧騒の中で、誰が聞くことができ、あるいは語ることができようか。
βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
声の澄んだ弁舌家であっても妨げられるのだ。
§19.83Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
ペレウスの子に対して私は自らの意志を示そう。
§19.84σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
しかし他のアルゴス人たちよ、お前たちもよく聞き、各自私の言葉を心に留めよ。
§19.85πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον §19.86καί τέ με νεικείεσκον·
アカイア人たちはしばしば私にこの言葉を語り、私を非難した。
ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
しかし私に非があるのではない。
§19.87ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
ゼウスと、運命(モイラ)と、暗闇を歩む復讐の女神(エリニュス)こそが原因なのだ。
§19.88οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, §19.89ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
彼女たちが集会において、私の心に狂暴な惑乱(アテ)を投げ込んだのだ、私自身がアキレウスの褒美を奪い去ったあの日に。
§19.90ἀλλὰ τί κεν ῥέξαιμι;
だが、私に何ができただろう。
θεὸς διὰ πάντα τελευτᾷ.
神こそがすべてを成就されるのだ。
§19.91πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, §19.92οὐλομένη·
ゼウスの長き娘、すべてを惑わす惑乱(アテ)は忌まわしきもの。
τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει §19.93πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
その足は柔らかく、地面に近づくことはなく、人々の頭の上を歩み、人間を害する。
§19.94βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
そして彼女はある者を罠に陥れるのだ。
§19.95καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
かつてゼウスさえも惑わされた。
§19.96ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
神々と人間のうちで最も優れていると言われる彼でさえも。
§19.97Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, §19.98ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην §19.99Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
まことに彼をも、ヘラは女の身でありながら、その奸計によって欺いたのだ、アルクメネがテバイの都でヘラクレスの力強き命を産み落とそうとしていたその日に。
§19.100ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
まさに彼はすべての神々に向かって誇らしげに語った。
§19.101κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, §19.102ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
『すべての男神、すべての女神たちよ、私の言葉を聞くがよい、胸の中の心が命じるままに語ることを。
§19.103σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια §19.104ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, §19.105τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
今日、出産の女神エイレイテュイアは、周囲に住むすべての者を支配し、私の血を引く血統の者となる男を、光の中へと生まれ出させるであろう。
§19.106τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
』すると、尊きヘラは奸計を巡らせて彼に語りかけた。
§19.107ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
『あなたは偽りを語り、その言葉を成就することはないでしょう。
§19.108εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, §19.109ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν §19.110ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς §19.111τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
さあ、オリンポスの主よ、私に強い誓いを立ててください、今日、女の足の間に落ちて生まれる者、あなたの血統に属する男が、周囲のすべての者を支配することになると。
§19.112ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, §19.113ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
』そう彼女は語ったが、ゼウスはその奸計に気づくことなく、大いなる誓いを立て、その後で大いに惑わされた。
§19.114Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, §19.115καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
ヘラは急ぎ立ち去り、オリンポスの峰を離れ、アカイアのアルゴスへと素早く赴いた。
§19.116ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
そこにはペルセウスの血を引くステネロスの気高き妻がいることを彼女は知っていた。
§19.117ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
彼女は愛する息子を身ごもっており、七ヶ月目に入っていた。
§19.118ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, §19.119Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
ヘラは月足らずのその子を先に光の中へと連れ出し、アルクメネのお産を遅らせ、エイレイテュイアたちの働きを遮った。
§19.120αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
そして自ら告げる者として、クロノスの子ゼウスに語りかけた。
§19.121Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
『白く輝く雷電の父ゼウスよ、あなたの心に一言入れましょう。
§19.122ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
アルゴス人を支配すべき優れた男がすでに生まれました。
§19.123Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο §19.124σὸν γένος·
ペルセウスの子ステネロスの子、エウリュステウスであり、あなたの血統の者です。
οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
彼がアルゴス人を支配することは不当ではありません。
§19.125ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
』そう彼女は語り、鋭い苦痛が彼の深い心を打った。
§19.126αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο §19.127χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον §19.128μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα §19.129αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
彼はすぐさま、心に怒りを抱きつつ、美しく編まれた髪をした惑乱(アテ)の頭を掴み、強い誓いを立てた、二度とオリンポスにも星ちりばむ天にも、すべてを惑わす惑乱(アテ)が戻ることはないと。
§19.130ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος §19.131χειρὶ περιστρέψας·
そう語ると、彼は手を振り回して彼女を星ちりばむ天から投げ落とした。
τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
彼女は瞬く間に人間の営む地へと至った。
§19.132τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο §19.133ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
ゼウスは、我が子がエウリュステウスの課した試練のもとで不当な苦役に服しているのを見るたびに、常に彼女のことで嘆息した。
§19.134ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ §19.135Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, §19.136οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
私もまた同様であり、兜をきらめかせる大いなるヘクトルが船の艫の傍らでアルゴス人を滅ぼしていたとき、最初に私が惑わされたその惑乱(アテ)を忘れることができなかった。
§19.137ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, §19.138ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
だが、私が惑わされ、ゼウスが私の分別を奪ったからには、私は償いをして、計り知れない贈り物を与えたいと思う。
§19.139ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
だから、戦いに向けて立ち上がり、他の人々をも鼓舞せよ。 」

語釈・文法注

  1. 19.77αὐτόθεν ἐξ ἕδρης — アガメムノンが立ち上がらずに「その席から直接」発言した状況を示し、ギリシア的な民会における演説の慣行との対比や彼の病み上がり・心理的状況を表す。
  2. 19.79-80ἑσταότος μὲν καλὸν ἀκούειν — ἑσταότος は分詞で、ἀκούειν の意味上の目的語。民会で「立って演説している者」を指す。「立っている者の言うことを聞くのが良い」という慣用的な民会のエチケットを説いている。
  3. 19.92-93οὐ γὰρ ἐπʼ οὔδει / πίλναται — 「惑乱」(アテ)の神話的・象徴的描写。彼女の足が「地面に近づかない(歩かない)」のは、人間を惑わすためにその頭上を歩むという超自然的な災厄の性質を表現している。

この箇所を引用する

ホメロス, イリアス §19.70-19.139. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.70-19.139

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。