Humanitext Reader

荷马 · 伊利亚特 §19.1-19.69

阿喀琉斯接受铠甲并在大会宣布和解

第 172 段,共 226 段 · 希腊语

内容简介

阿喀琉斯从忒提斯处收到赫淮斯托斯的防具,并将保护帕特罗克洛斯遗体之事托付给母亲。随后,他召集阿开亚人大会,宣布与阿伽门农和解并重新参战。

§19.1Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων §19.2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· §19.3ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
藏红花色衣袍的黎明女神从俄刻阿诺斯的河流中升起,要把光明带给不死的神明和终有一死的人类;而她来到了船队,携带着来自神明的礼物。
§19.4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν §19.5κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §19.6μύρονθʼ·
她发现自己亲爱的儿子正趴在帕特罗克洛斯身上痛哭;周围许多同伴也都在哀悼。
ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, §19.7ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §19.8τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ §19.9κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
这位女神中高贵的一员站在他们中间,她拉住他的手,开口说话,呼唤他的名字: “我的孩子,尽管我们心怀悲伤,就让这个人躺在这里吧,因为他最初就是由于神明的意旨而被击倒的。
§19.10τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο §19.11καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
而你,应当接受来自赫淮斯托斯的辉煌防具,它们极其美丽,是未曾有任何人曾在肩头披戴过的。
§19.12ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε §19.13πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
” 女神说完,将防具放在阿喀琉斯面前;那些精美雕琢的器物全都发出了铿锵的巨响。
§19.14Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη §19.15ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν.
恐惧顿时攫住了所有的米尔米东人,没有人敢直视它们,而是退缩了。
αὐτὰρ Ἀχιλλεὺς §19.16ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε §19.17δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· §19.18τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
然而阿喀琉斯,当他看到这些防具时,怒火更加猛烈地侵入了他的内心,他的双眼在眼睑下可怕地闪烁,仿佛烈火的光芒;他把神明辉煌的礼物拿在手里,感到由衷的喜悦。
§19.19αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων §19.20αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· §19.21μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς §19.22ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
当他注视着那些精美之物并使心中获得满足之后,随即便对母亲说出了如翼之言: “我的母亲,神明赐予的这身盔甲,确属唯有神明才能做出的精妙工作,绝非凡人所能铸成。
§19.23νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς §19.24δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν §19.25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς §19.26εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, §19.27ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
现在我确要披挂上阵;但我极其害怕,在此期间会有苍蝇钻进墨诺提奥斯那勇敢儿子的铜伤口中,生出蛆虫从而玷污他的尸体—— 因为他的生命已被夺去——从而使他的整具躯体腐烂。
§19.28τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· §19.29τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
” 银足女神忒提斯随后回答他道: “我的孩子,莫让这些事情萦绕在你的心头。
§19.30τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα §19.31μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
我将尽力为他驱赶那些凶残的苍蝇群,它们专门吞食在战场上牺牲的壮士。
§19.32ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, §19.33αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
因为纵然他躺满整整一年,他的肉体也将保持完好,甚至比现在还要健美。
§19.34ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς §19.35μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν §19.36αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
但你要召集阿开亚英雄们举行大会,对人民的牧者阿伽门农声明放弃你的愤怒,然后迅速披甲参战,穿戴上你的勇武。
§19.37ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, §19.38Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν §19.39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
” 她说完便将无比坚定的勇气注入他的心中,又在帕特罗克洛斯的鼻孔里滴入神之仙馔和红色的神酒,好让他的肉体保持完好。
§19.40αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς §19.41σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
而高贵的阿喀琉斯沿着海滩前行,发出可怕的呼喊,唤醒了阿开亚的英雄们。
§19.42καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον §19.43οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν §19.44καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, §19.45καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς §19.46ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
那些从前常留在船只停泊处的人,无论是掌管船舵的舵手,还是在船旁分发粮食的管事,当时也都前往会场,因为阿喀琉斯再次现身了,此前他已长久远离痛苦的战争。
§19.47τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε §19.48Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς §19.49ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· §19.50κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
阿瑞斯的两名侍从,即坚守战阵的狄奥墨得斯与高贵的奥德修斯,由于依然带着沉重的伤痛,倚着长枪、一瘸一拐地走上前来;他们走过去,坐在会场的最前列。
§19.51αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.52ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ §19.53οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
最后,人类之王阿伽门农也带着伤来到了,因为在激烈的交战中,安特诺尔之子科翁曾用青铜矛刺伤了他。
§19.54αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, §19.55τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· §19.56Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον §19.57ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ §19.58θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
当所有的阿开亚人全都聚集在一起后,捷足的阿喀琉斯站起身来,对他们说道: “阿特柔斯之子啊,我们两人,你和我,在心中痛苦万分的时候,为了一位姑娘,而在吞噬心灵的纷争中狂怒对立,这难道对我们双方更好吗?
§19.59τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ §19.60ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· §19.61τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας §19.62δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
但愿阿尔忒弥斯在我消灭吕耳涅索斯并夺得她的那一天,就在船旁用箭将她射杀;那么,在我愤然退缩的时候,便不会有如此多的阿开亚人在敌人的手下用牙齿咬住无垠的大地。
§19.63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς §19.64δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
对赫克托尔和特洛伊人来说,这确是实惠;但我认为,阿开亚人将长久地记住你我的这场纠纷。
§19.65ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ §19.66θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
但这些已经发生的事,尽管我们感到悲痛,就让它们过去吧,我们必须克制住自己胸中的怒火。
§19.67νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ §19.68ἀσκελέως αἰεὶ μενεαινέμεν·
现在我确要平息我的怒火,我没有必要永远顽固地发怒。
ἀλλʼ ἄγε θᾶσσον §19.69ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
来吧,赶快督促留着长发之阿开亚人投入战斗,”

词汇与语法注释

  1. §19.8τοῦτον μὲν ἐάσομεν ... κεῖσθαι — τοῦτον(此人)指前文提到的帕特罗克洛斯(的遗体),作为动词 ἐάσομεν(我们让……)的直接宾语,同时作为不定式 κεῖσθαι(躺下)的逻辑主语。
  2. §19.16ὡς εἶδʼ, ὥς — 具有关联关系的 ὡς 与带重音的 ὥς(意为“那时/就这样”)并用,表示时间的紧迫性:“他一看见(ὡς),怒火就顿时(ὥς)侵入了他的内心”。
  3. §19.21οἷʼ ἐπιεικὲς / ἔργʼ ἔμεν ἀθανάτων — οἷʼ(οἷα,中性复数关系形容词)修饰先行词 τὰ ὅπλα。在 ἐπιεικὲς(合适)后省略了非人称的 ἐστί。ἔμεν(εἶναι 的史诗体不定式)作其说明性补足语,ἀθανάτων(不死者的)作属格修饰 ἔργα(作品),整体结构为“如是不死神明的杰作般相称的(防具)”。
  4. §19.24δείδω μή μοι ... εὐλὰς ἐγγείνωνται — 由表示担忧的动词 δείδω(我害怕)引导的 μή 从句(表示“唯恐/害怕……”),随后的 ἐγγείνωνται 和 ἀεικίσσωσι 为虚拟式。μοι 是表示受影响或不利影响的与格(“于我而言/使我蒙受损失”)。
  5. §19.57ὅ τε νῶϊ ... μενεήναμεν — ὅ(史诗体中用作连词,相当于 ὅτι,意为“那/因为”)引导的从句用于解释前一行指示代词 τόδε(此)的具体内容:“我们两人(νῶϊ,第一人称双数)……而狂怒对立”。

引用这一段

荷马, 伊利亚特 §19.1-19.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.1-19.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。