§19.284ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε §19.285στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
Clinging to him she wailed shrilly, and with her hands she tore her breast and tender neck and beautiful face.
§19.286εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· §19.287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ §19.288ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, §19.289νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν §19.290ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
And then weeping spoke the woman like unto the goddesses: "O Patroclus, dearest to my wretched heart, alive indeed I left you when departing from the hut, but now I find you dead, O leader of hosts, returning back; thus ever does evil follow evil for me.
§19.291ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ §19.292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, §19.293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, §19.294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
The husband indeed to whom my father and honored mother gave me I saw before the city mangled by the sharp bronze, and my three brothers, whom one mother bore to me, beloved ones, who all met their day of destruction.
§19.295οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς §19.296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, §19.297κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο §19.298κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν §19.299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
Yet you would not even let me, when swift Achilles slew my husband, and sacked the city of godlike Mynes, weep, but you said you would make me of godlike Achilles the wedded wife, and would lead me in the ships to Phthia, and would celebrate the marriage feast among the Myrmidons.
§19.300τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. §19.301ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες §19.302Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
Therefore I weep for you without ceasing now that you are dead, you who were ever gentle." Thus she spoke weeping, and the women wailed in response, with Patroclus as a pretext, but each for her own sorrows.
§19.303αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο §19.304λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων· §19.305λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, §19.306μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος §19.307ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει· §19.308δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. §19.309ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, §19.310δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς §19.311Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ §19.312τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ §19.313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
And around Achilles the elders of the Achaeans gathered, entreating him to take food; but he refused, groaning: "I entreat you, if any of my dear companions obeys me, do not bid me before the time with food or drink satiate my dear heart, since dread grief has come upon me; but until the sun goes down I will wait and endure anyway." So saying, he sent away the other kings, but the two sons of Atreus remained, and noble Odysseus, Nestor and Idomeneus, and the old horseman Phoenix, trying to comfort him in his deep sorrow; but in no way in his heart was he comforted, before he should enter the mouth of bloody war.
§19.314μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε· §19.315ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων §19.316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας §19.317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ §19.318Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
And remembering, he sighed deeply and spoke: "Surely once even you, O ill-fated one, dearest of companions, yourself in the hut would set a savory meal before me quickly and busily, whenever the Achaeans would hasten against the horse-taming Trojans to bring tearful war.
§19.319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ §19.320ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων, §19.321σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, §19.322οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, §19.323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει §19.324χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ §19.325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· §19.326ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, §19.327εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
But now you lie there mangled, while my heart is fasting from drink and food, though they are within, from longing for you; for I could suffer nothing worse than this, not even if I should hear of the death of my father, who now surely in Phthia lets fall a tender tear for want of such a son; while I in a foreign land for the sake of cold Helen war with the Trojans; or of him who is being reared for me in Scyros, my dear son, if indeed godlike Neoptolemus still lives.
§19.328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει §19.329οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο §19.330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, §19.331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ §19.332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα §19.333κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
For before, the heart in my breast hoped that I alone should perish far from horse-pasturing Argos, here in Troy, and that you should return to Phthia, so that you might bring my boy in a swift black ship out of Scyros, and show him everything, my possessions, my thralls, and my great high-roofed house.
§19.334ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν §19.335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι §19.336γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ §19.337λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται. §19.338ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, §19.339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
For already I think Peleus is either utterly dead, or is still barely alive and in sorrow with hateful old age, and ever expecting my grievous tidings, when he shall hear of my death." So he spoke weeping, and the elders wailed in response, remembering each what they had left in their own halls.
§19.340μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, §19.341αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· §19.342τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
But seeing them weeping, the son of Cronos pitied them, and quickly spoke winged words to Athena: "My child, you have altogether deserted your own warrior.
§19.343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
Is Achilles indeed no longer any care to your heart?
§19.344κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων §19.345ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι §19.346οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
Yonder he sits before the straight-horned ships, mourning his dear companion; while the others indeed are gone to their meal, but he is fasting and without food.
§19.347ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν §19.348στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται. §19.349ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· §19.350ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ §19.351οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος.
But go, drop nectar and lovely ambrosia into his breast, so that hunger may not come upon him." So saying, he urged on Athena, who was already eager; and she, like a long-winged, shrill-voiced bird of prey, swooped down from heaven through the air.
αὐτὰρ Ἀχαιοὶ §19.352αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ §19.353νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν §19.354στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
Meanwhile the Achaeans were straightway arming throughout the host; and she into Achilles' breast dropped nectar and lovely ambrosia, so that grievous hunger should not weaken his knees.