§19.284ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε §19.285στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
彼女は彼の遺体に身を投げ、激しく泣き叫び、その手で胸と、柔らかい首と、美しい顔をかきむしった。
§19.286εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
そして女神に似たその女は、涙を流しながら語りかけた。
§19.287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
「私の哀れな心にとって最も愛しいパトロクロスよ。
私はこの小屋を去る時、あなたが生きておられるのを残していったのに、今や戻ってくると、人々を率いる方よ、あなたが亡くなっているのを見出すとは。
§19.290ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
私にはいつも、災いに次ぐ災いが降りかかる。
§19.291ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ §19.292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
父と尊ぶべき母が私をめあわせた夫が、町の前で鋭い青銅に切り刻まれるのを私は見た。
§19.293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, §19.294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
そして同じ一人の母が私に産んでくれた三人の兄弟たち、愛する者たちも皆、破滅の日を迎えてしまった。
§19.295οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς §19.296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, §19.297κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο §19.298κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν §19.299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
しかし、俊足のアキレウスが私の夫を殺し、神聖なミュネスの町を滅ぼした時、あなたは私に泣くことをお許しにならず、むしろ私を神聖なアキレウスの正妻にし、船に乗せてプティアへと連れて行き、ミュルミドン人たちの間で婚宴を開いてくださるとおっしゃった。
§19.300τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
だから私は、いつも優しかったあなたが亡くなったのを、絶え間なく泣き叫ぶのです。
§19.301ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες §19.302Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
」彼女は涙を流してこう語り、女たちもまた、表向きはパトロクロスのため、しかし実際には各々の不幸を嘆いて、共にすすり泣いた。
§19.303αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο §19.304λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
アカイアの長老たちはアキレウスの周りに集まり、食事をとるよう懇願したが、彼はため息をつきながら拒んだ。
§19.305λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
「親しい仲間たちのうち、誰か私の言うことを聞いてくれるなら、懇願する。
§19.306μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
私が食べ物や飲み物でこの愛する心を満たすよう、今は勧めないでくれ。
§19.307ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
恐ろしい悲しみが私に押し寄せているのだから。
§19.308δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
日が沈むまで、私は耐え忍んで待ち続けるつもりだ。
§19.309ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, §19.310δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς §19.311Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ §19.312τέρποντες πυκινῶς ἀκαχήμενον·
」彼はこう言って他の王たちを立ち去らせたが、アトレウスの二人の息子、崇高なオデュッセウス、ネストル、イドメネウス、そして老戦車兵ポイニクスは留まり、深く悲しむ彼を慰めようと努めた。
οὐδέ τι θυμῷ §19.313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
しかし彼の心は、血塗られた戦いの渦中に身を投じるまでは、どうしても慰められなかった。
§19.314μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
彼はパトロクロスを思い出して激しくため息をつき、こう語りかけた。
§19.315ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων §19.316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
「かつては、不運な、最も愛しい仲間であるあなた自身が、この小屋の中で、素早く手際よく、美味なる食事を私の前に整えてくれたものだ。
§19.317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ §19.318Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
アカイア人たちが、馬を駆るトロイア人たちに対して、涙に満ちた戦いをもたらそうと急ぎ立つ時にはいつも。
§19.319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ §19.320ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων, §19.321σῇ ποθῇ·
しかし今、あなたは切り刻まれて横たわっており、私の心は小屋に食料があるにもかかわらず、あなたへの思慕ゆえに、食べ物も飲み物も口にしようとしない。
οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
これ以上の辛い出来事は、私には起こり得ない。
§19.322οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
たとえ我が父が亡くなったと知らされたとしても。
父は今頃プティアで、このような息子の死を嘆き、涙を流していることだろう。
ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ §19.325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
一方、私は異郷の地で、忌まわしいヘレネのために、トロイア人たちと戦っている。
あるいは、スキューロス島で育てられている我が愛する息子、神に等しいネオプトレモスが、もし今もなお生きているとしても、それ以上の悲しみはない。
§19.328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει §19.329οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο §19.330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
かつて私の胸の中の心は期待していたのだ、私だけが、馬を育むアルゴスから遠く離れ、ここトロイアで死に、あなたはプティアへ戻ることを。
§19.331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ §19.332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα §19.333κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
そしてあなたが、私の息子を快速の黒い船に乗せてスキューロスから連れ出し、彼に私のすべての財産、召使いたち、そして高くそびえる大いなる邸宅を見せてくれることを。
§19.334ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν §19.335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι §19.336γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ §19.337λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
すでにペレウスは、完全に世を去ったか、あるいは辛うじて生き長らえつつも、忌まわしい老いと、私の死という悲しい知らせをいつ聞くことになるかと、絶えず心を痛めていることだろう。
§19.338ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, §19.339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
」彼は涙を流してこう語り、長老たちもまた、それぞれが自分の館に残してきたものを思い出して、共にすすり泣いた。
§19.340μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, §19.341αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
彼らの嘆きを見て、クロノスの子は憐れみを覚え、すぐさまアテナに翼ある言葉をかけた。
§19.342τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
「我が子よ、お前は自らの愛する戦士を完全に見捨ててしまったのか。
§19.343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
アキレウスのことは、もうお前の心には全くかかっていないというのか。
彼は、そそり立つ船首を持つ船たちの前で、愛する仲間を悼んで座っている。
οἳ δὲ δὴ ἄλλοι §19.346οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
他の者たちは皆、食事に向かったというのに、彼だけは何も口にせず、飢えたままだ。
§19.347ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν §19.348στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
さあ、行って彼の胸にネクタルと心地よいアムプロシアを注ぎ込み、飢えが彼を襲うことのないようにせよ。
§19.349ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
」彼はこう言って、かねてよりやる気になっていたアテナを促した。
彼女は、翼を広げた鋭い声の猛禽の姿となって、天から大気を通って舞い降りた。
αὐτὰρ Ἀχαιοὶ §19.352αὐτίκα θωρήσσοντο κατὰ στρατόν·
一方、アカイア人たちは軍勢の至るところで武装を始めていた。