他躺在门廊前,双脚朝向门口,浑身被砍伤,周围的同伴们正在痛哭。
τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, §19.214ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
因此我的心中根本不关心这些,而只想着杀戮、鲜血和男人们痛苦的呻吟。
§19.215τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.216ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν, §19.217κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ §19.218ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην §19.219πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
” 足智多谋的奥德修斯回答他道: “佩琉斯之子阿喀琉斯啊,阿开亚人中最伟大的勇士,论枪法你比我强,也比我勇猛得多,但在智谋上我或许能大大超过你,因为我比你先出生,懂得也更多。
§19.220τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
因此,请你的心忍耐着听从我的话。
§19.221αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, §19.222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, §19.223ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα §19.224Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
人们很快就会对战斗产生厌倦,尽管青铜在地上洒下了最多的禾秸,但当宙斯倾斜他的天平—— 宙斯是人类战争的主宰——时,收成却极少。
§19.225γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· §19.226λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα §19.227πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
阿开亚人绝不可能用肚子去哀悼死者,因为每天都有太多、太密的人倒下;人们什么时候才能从这苦难中喘息过来?
§19.228ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι §19.229νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας· §19.230ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται §19.231μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον §19.232ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ §19.233ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα.
相反,我们必须埋葬死者,狠下心来,痛哭一日便罢;而所有在残酷战争中幸存下来的人都必须记住饮食,好让我们能更顽强地、永远不间断地与敌人们战斗,让我们的身体披上不知疲倦的青铜铠甲。
μηδέ τις ἄλλην §19.234λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· §19.235ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται §19.236νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες §19.237Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
任何人都不应因等待别的号召而停留不前,因为对任何留在阿耳戈斯人船旁的人来说,这种拖延都将是灾难;相反,让我们一齐发起冲锋,对驯马的特洛伊人发起猛烈的战斗。
§19.238ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο §19.239Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε §19.240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· §19.241βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
” 他说罢,便带上了荣耀的内斯托尔之子们,以及菲琉斯之子梅格斯、托阿斯和梅里奥内斯,还有克瑞翁之子吕科墨得斯和梅拉尼波斯;他们一同前往阿特柔斯之子阿伽门农的营帐。
§19.242αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· §19.243ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, §19.244αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους· §19.245ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας §19.246ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
话音刚落,事情便立刻办妥了:他们从营帐里抬出他曾承诺的七个三脚祭器,二十个闪亮的釜,以及十二匹马;他们又迅速带出七位通晓精美手艺的妇女,第八位是容貌美丽的布里塞伊斯。
§19.247χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα §19.248ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
奥德修斯称出整整十个塔兰同的黄金,走在前面,其他阿开亚青年也一起抬着礼物跟从。
§19.249καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων §19.250ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν §19.251κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
他们把这些东西放在会场中央,阿伽门农站了起来;嗓音如神明般的塔尔提比奥斯手里抱着公猪,站在人民的牧者身旁。
§19.252Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, §19.253ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, §19.254κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν §19.255εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ §19.256Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
阿特柔斯之子用手拔出他的小刀—— 它总是挂在他长剑的大剑鞘旁—— 割下公猪的鬃毛作为祭仪的开始,向宙斯高举双手祈祷;所有阿耳戈斯人都静静地按秩序坐在那里,倾听着国王的话。
§19.257εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· §19.258ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος §19.259Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν §19.260ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
他仰望辽阔的天空祈祷道: “现在,让诸神中最高、最善的宙斯首先见证,还有大地、太阳,以及在地下惩罚发假誓者的复仇女神们。
§19.261μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα, §19.262οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
我绝没有对布里塞伊斯姑娘动过手,既非为了同床,也非为了其他任何原因。
§19.263ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
她在我的营帐里一直未被触碰。
§19.264εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν §19.265πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
如果这些誓言中有任何虚假,愿神明降予我许多痛苦,正像他们降予那些因发假誓而得罪神明的人一样。
§19.266ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
” 他说罢,用无情的青铜割断了公猪的喉咙。
§19.267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα §19.268ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς §19.269ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· §19.270Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· §19.271οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν §19.272Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην §19.273ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς §19.274ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
塔尔提比奥斯把猪尸抡起,扔进灰白大海的万顷波涛中,作为鱼类的饲料;而阿喀琉斯站起身,对热爱战斗的阿耳戈斯人说道: “父神宙斯啊,你确实给人类带来了极大的蒙蔽;阿特柔斯之子绝不可能永远激起我胸中的怒火,也不可能违背我的意愿、强行带走那姑娘,尽管他无能为力;但大概是宙斯想要让许多阿开亚人走向死亡。
§19.275νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
现在你们去吃晚饭吧,之后我们便联合发起战斗。
§19.276ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
” 他这样说着,迅速遣散了会众。
§19.277οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, §19.278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, §19.279βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
于是人们各自散去,回到自己的船上,慷慨的 myrmidon 人打理着礼物,抬着它们往神圣的阿喀琉斯的船走去。