Humanitext Reader

ホメロス · イリアス §19.212-19.283

アガメムノンの誓言とアキレウスへの贈礼

175 / 226 箇所 · ギリシア語

要旨

アキレウスは食事をとるよう促すオデュッセウスに対して戦いを優先する姿勢を崩さないが、オデュッセウスは現実的な配慮を主張して和解を整えさせる。アガメムノンの誓いの儀式が執り行われ、贈り物がアキレウスのもとに運ばれる。

§19.212κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι §19.213μύρονται·
彼は前庭で足を入口に向け、切り刻まれて横たわっており、その周りで仲間たちが嘆き悲しんでいる。
τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, §19.214ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
だから、私の心はこれらのことには全く関心がなく、ただ殺戮と血、そして男たちの苦痛に満ちた呻きにのみ向けられている。
§19.215τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知略に富むオデュッセウスは彼に答えて言った。
§19.216ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
「ペレウスの子アキレウスよ、アカイア人のうちで最も偉大な勇者よ。
§19.217κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ §19.218ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
あなたは槍の腕においては私よりもはるかに優れ、かつ強いが、私は思慮において、あなたを遥かに凌ぐことができよう。
§19.219πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
私があなたより先に生まれ、より多くのことを知っているからだ。
§19.220τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
それゆえ、あなたの心は私の言葉に耐えて耳を傾けてほしい。
§19.221αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
人間にとって、戦いにはすぐに飽きが来るものだ。
§19.222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
青銅は地上に最も多くの藁を散らすが、収穫は極めて少ない。
§19.223ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα §19.224Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
人間の戦争を管理するゼウスが天秤を傾けるときには。
§19.225γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
アカイア人たちが腹をもって死者を悼むことなど到底できない。
§19.226λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα §19.227πίπτουσιν·
あまりに多くの者が、絶え間なく、来る日も来る日も倒れていくのだから。
πότε κέν τις ἀναπνεύσειε πόνοιο;
そんなことをしていては、いつ人がその苦労から息をつくことができよう。
§19.228ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι §19.229νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
むしろ、死んだ者については、その都度、涙を流して一日だけ哀悼し、心を鬼にして埋葬せねばならぬ。
§19.230ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται §19.231μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
そして、忌まわしい戦争を生き延びた者たちは皆、飲み物と食べ物を心に留めるべきなのだ。
§19.232ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ §19.233ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα.
それは、我々がさらに強く敵の男たちと常に弛むことなく戦うためであり、体に衰えぬ青銅をまとうためだ。
μηδέ τις ἄλλην §19.234λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
また、人々のうち誰も、別の招集を待って、留まることがあってはならない。
§19.235ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται §19.236νηυσὶν ἐπʼ Ἀργείων·
なぜなら、アルゴス人の船の傍らに留まる者にとって、この招集は災いとなるからだ。
ἀλλʼ ἀθρόοι ὁρμηθέντες §19.237Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
我々は一丸となって突撃し、馬を駆るトロイア人たちに対して激しい戦いを呼び起こそう。
§19.238ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο §19.239Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε §19.240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· §19.241βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
」彼はそう語ると、誉れ高いネストルの子ら、さらにピュレウスの子メゲス、トアス、メリオネス、クレオンの子リュコメデス、そしてメラニッポスを伴い、彼らはアトレウスの子アガメムノンの小屋へと向かった。
§19.242αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
すぐさま、言葉が発せられるのと同時に、その行いは成し遂げられた。
§19.243ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, §19.244αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
彼らは小屋から、アガメムノンが約束した七つの三脚器、輝く釜を二十個、そして十二頭の馬を運び出した。
§19.245ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας §19.246ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
また、非の打ちどころのない手仕事の技を知る女たちを七人、そして八番目として美しい頬のブリセイスを連れ出した。
§19.247χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα §19.248ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
オデュッセウスは純金十タラントンを量って先頭に立ち、他のアカイアの若者たちも贈り物を運んでそれに従った。
§19.249καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων §19.250ἵστατο·
彼らはこれらを集会の中央に置き、アガメムノンが立ち上がった。
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν §19.251κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
神に等しい声を持つタルテュビオスが猪をその手に抱え、人々の牧者の傍らに立った。
§19.252Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, §19.253ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, §19.254κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν §19.255εὔχετο·
アトレウスの子は、剣の大きな鞘の傍らに常に吊るしていた小刀を自らの手で引き抜き、猪の毛を切り取ることで儀式を始め、ゼウスに両手を上げて祈った。
τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ §19.256Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
アルゴス人たちは皆、その場に静かに行儀よく座り、王の言葉に耳を傾けていた。
§19.257εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
彼は広い天を見上げて祈り、このように言った。
§19.258ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
「今、まず神々のうちで最高にして最善のゼウスよ、知るがよい。
§19.259Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν §19.260ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
大地よ、太陽よ、そして地の下で偽りの誓いを立てた人間たちに罰を与える復讐の女神たちよ。
§19.261μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
私は乙女ブリセイスに手をかけることはなかった。
§19.262οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
同寝を求めるためでも、あるいはその他のどのような理由によっても。
§19.263ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
彼女は私の小屋の中で、誰にも触れられずに留まっていた。
§19.264εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν §19.265πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
もしこれらの中に偽りがあるならば、神々が私に多くの苦痛を与えんことを、誓いを破って神を冒瀆する者に与えるほどの苦痛を。
§19.266ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
」彼はそう語ると、容赦なき青銅で猪の喉を切り裂いた。
§19.267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα §19.268ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν·
タルテュビオスはそれを、魚の餌とするために灰色に泡立つ海の広大な深淵へとぐるぐると回して投げ捨てた。
αὐτὰρ Ἀχιλλεὺς §19.269ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
一方、アキレウスは立ち上がり、戦いを好むアルゴス人たちに向かって語りかけた。
§19.270Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
「父なるゼウスよ、まことにあなたは人間に大いなる破滅をお与えになる。
§19.271οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν §19.272Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην §19.273ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος·
アトレウスの子が、私の胸の中の怒りをこれほど激しく揺さぶり続けることも、私の意志に反して強引にあの乙女を連れ去ることも、本来なら決してできなかったはずだ。
ἀλλά ποθι Ζεὺς §19.274ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
だが、どうやらゼウスが多くの Aカイア人たちに死をもたらすことを望まれたのだ。
§19.275νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
さあ、今は食事へ行くがよい、その後で我々は戦いを始めよう。
§19.276ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
」彼がそう語ると、集会は速やかに解散した。
§19.277οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, §19.278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, §19.279βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
人々はそれぞれ自分の船へと散っていき、気高いミュルミドン人たちは贈り物を手際よく扱い、崇高なアキレウスの船へと運んで行った。
§19.280καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, §19.281ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
彼らは贈り物を小屋に置き、女たちを座らせ、優れた従者たちが馬を群れへと追った。
§19.282Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ §19.283ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
ブリセイスは、黄金のアプロディテに似た姿で、鋭い青銅に切り刻まれたパトロクロスを目にすると、

語釈・文法注

  1. §19.212τετραμμένος — 死者が前庭において足を戸口(外)に向けて横たえられている伝統的な葬儀の配置を意味する。完了受動分詞。
  2. §19.218σεῖο νοήματί γε προβαλοίμην — προβαλοίμην は希求法過去でケ(κε)を伴い、潜在「〜できるだろう」を表す。σεῖο は比較の属格で προβάλλεσθαι(〜に勝る)に係る。νοήματι は「思慮において」という限定・観点の与格。
  3. §19.222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν — 関係代名詞属格 ἧς は先行詞 φυλόπιδος(戦い)を指す。戦争を「青銅が藁(死体)を刈り取るが、実際の収穫(成果・勝利)は少ない」という比喩的な農業の収穫に例えている。
  4. §19.225γαστέρι δʼ οὔ πως ἔστι — ἔστι は非人称の「可能である」の意味。Ἀχαιούς は不定詞 πενθῆσαι の意味上の主語(対格)。γαστέρι は手段または様態の与格で「腹(胃袋)をもって、食事を断つことによって」の意味。
  5. §19.262οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος — κεχρημένος は χράομαι(欲する、必要とする)の完了分詞。εὐνῆς は属格支配を受ける名詞。πρόφασιν は「口実として、理由として」の意味で対格副詞的に機能している。

この箇所を引用する

ホメロス, イリアス §19.212-19.283. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.212-19.283

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。