§19.1Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων §19.2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· §19.3ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. §19.4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν §19.5κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §19.6μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, §19.7ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §19.8τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ §19.9κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· §19.10τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο §19.11καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. §19.12ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε §19.13πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα. §19.14Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη §19.15ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς §19.16ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε §19.17δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· §19.18τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. §19.19αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων §19.20αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· §19.21μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς §19.22ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. §19.23νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς §19.24δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν §19.25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς §19.26εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, §19.27ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. §19.28τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· §19.29τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. §19.30τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα §19.31μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· §19.32ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, §19.33αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. §19.34ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς §19.35μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν §19.36αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν. §19.37ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, §19.38Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν §19.39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. §19.40αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς §19.41σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς. §19.42καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον §19.43οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν §19.44καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, §19.45καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς §19.46ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. §19.47τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε §19.48Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς §19.49ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· §19.50κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. §19.51αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.52ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ §19.53οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. §19.54αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, §19.55τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· §19.56Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον §19.57ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ §19.58θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; §19.59τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ §19.60ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· §19.61τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας §19.62δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. §19.63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς §19.64δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. §19.65ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ §19.66θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· §19.67νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ §19.68ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον §19.69ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
サフラン色の衣をまとった暁が、オケアノスの流れから立ち上った、不死なる神々と死すべき人間たちに光をもたらすために。そして彼女は、神からの贈り物を携えて、船々へと到着した。彼女は、愛する息子がパトロクロスを抱きしめて横たわり、激しく泣いているのを見出した。彼の周りでは、多くの戦友たちが嘆き悲しんでいた。女神たちの中で気高い彼女は彼らの中に立ち、彼の手を握り、言葉をかけ、彼の名を呼んだ。「我が子よ、私たちは悲しみつつも、この男をこのまま横たわらせておこう。彼はそもそも神々の意志によって打ち倒されたのだから。だが、お前はヘファイストスから輝かしい武具を受け取るがよい。実に美しい、いまだかつていかなる人間も肩にまとったことのないほどの武具を。」そう言って女神は武具をアキレウスの前に置いた。それら精巧に作られた武具はことごとく、大きな音を立てて響き渡った。すると、すべてのミュルミドン人たちに恐れが襲いかかり、喜びを前に誰もあえてそれを直視しようとはせず、身をすくめた。しかしアキレウスは、それを見るやいなや、怒りがますます彼にこみ上げ、彼の両目はまぶたの下で、まるで燃え盛る炎のように恐ろしく輝いた。彼は神の輝かしい贈り物を手にして喜んだ。だが、彼が心ゆくまでその精巧な武具を眺めて満足すると、すぐさま母親に翼ある言葉を語りかけた。「母上、神が授けてくださったこの武具は、まさに不死なる神々の作にふさわしく、死すべき人間には到底作り得ないものです。今や私は武装して戦いに赴きます。しかし、私はひどく恐れています、私が戦っている間に、メノイティオスの勇敢な息子の青銅に穿たれた傷口に、蝿が入り込んで蛆を湧かせ、亡骸を辱めはしないかと。彼の命は絶たれてしまったので、全身の肉が腐ってしまうのではないかと心配なのです。」すると、銀の足の女神テティスが彼に答えた。「我が子よ、そのようなことを心に病むではない。私は彼から、戦死した勇士たちをむさぼり食うあの荒々しい蝿の群れを追い払うよう努めよう。たとえ彼が丸一年横たわっていようとも、彼の肉体は常に変わらず保たれ、いや、むしろ今よりも良くなるであろう。それよりも、お前はアカイアの英雄たちを集会に呼び集め、人々の牧者アガメムノンに対する怒りを解くと宣言し、すぐさま戦争のために武装し、勇猛さを身にまとうがよい。」そう言って彼女は彼に不屈の勇気を吹き込み、パトロクロスには、その肉体が損なわれぬよう、鼻孔からアンブロシアと赤いネクタルを滴らせた。一方、気高いアキレウスは海辺に沿って進み、恐ろしい声を上げて叫び、アカイアの英雄たちを呼び起こした。以前は船の集まる場所に留まっていた者たち、すなわち船の舵を操る舵手たちも、船の傍らで食糧を分配する管理たちも、その時は皆が集会へと赴いた。アキレウスが再び姿を現したからであり、彼は長い間、苦しい戦争から遠ざかっていたからである。アレスの二人の従者、すなわち戦いに揺るぎないテュデウスの息子と気高いオデュッセウスは、いまだに痛ましい傷を負っていたため、槍に身を寄りかからせ、足を引きずりながらやって来た。そして彼らは進んで、集会の最前列に腰を下ろした。最後に、人間たちの王アガメムノンが傷を負ったまま到着した。彼もまた、激しい戦闘の中で、アンテノルの息子コオンによって青銅の槍で突き刺され、傷を負っていたからである。さて、すべてのアカイア人たちが一堂に会すると、俊足のアキレウスが彼らの中に立ち上がって言った。「アトレウスの息子よ、私たち二人、あなたと私にとって、私たちが心に悲しみを抱きながらも、一人の娘のために、魂を蝕む不和によって激しく争ったことは、果たしてより良いことであったのだろうか。私がリュルネッソスを滅ぼして彼女を奪ったその日に、アルテミスが船の傍らで矢で彼女を射殺してくれていたならよかったものを!そうであれば、私が怒って退いている間に、これほど多くのアカイア人が敵の手にかかって倒れ、この広大な大地を歯で噛むことはなかったであろう。ヘクトルとトロイア人にとっては好都合であったろうが、アカイア人たちはあなたと私の不和を、長く記憶することになると私は思う。しかし、すでに起こってしまったことは、悲しくはあっても、過ぎ去ったこととしておこう。胸の中の愛する怒りは、やむを得ず抑え込むことにして。今、私は怒りを収める。私がいつまでも頑なに怒り続ける必要はない。さあ、一刻も早く髪を長く伸ばしたアカイア人たちを戦いへと駆り立てるがよい、