§18.545τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου §18.546δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, §18.547ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
每当他们转身来到田地边缘时,便有一个人走上前来,将一杯如蜜般甘甜的酒递到他们手中;而他们便在垄沟间转身,渴望着能够到达这片深耕农田的边缘。
§18.548ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, §18.549χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
农田在他们身后变黑了,看起来就如同刚刚翻耕过一般,尽管它是用黄金制成的;这确实是一件奇迹般的事情。
§18.550ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι §18.551ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
他在上面创造了一块君王的领地,其间有雇工们手拿锋利的镰刀收割庄稼。
§18.552δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, §18.553ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
一些麦捆紧接一捆地沿着垄沟落到地上,另一些麦捆则由扎捆人正用草绳捆绑。
§18.554τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε §18.555παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες §18.556ἀσπερχὲς πάρεχον·
三个扎捆人正站在那里;在他们后面,孩子们正拾捡落下的麦穗并抱在怀里,不停地递给他们。
βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ §18.557σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
而君王则默默地站在他们中间,手握手杖,立于垄沟旁,心中充满了喜悦。
§18.558κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, §18.559βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες §18.560δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
传令官们则在不远处的橡树下准备着盛宴,正料理着他们所宰杀的一头大雄牛;而妇女们正为收割工们的晚餐撒上许多白大麦粉。
§18.561ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν §18.562καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν, §18.563ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
他还在上面创造了一大片沉甸甸挂满果实的美丽葡萄园,它是由黄金制成的,上面有黑色的葡萄,并且整片葡萄园都由银色的立柱支撑。
§18.564ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε §18.565κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, §18.566τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
在它周围,他挖了一条暗色的壕沟,外面再围上一道锡制的篱笆;通往葡萄园的只有一条小路,当采摘葡萄时,挑运工们便从这条路走过。
§18.567παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες §18.568πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
少女和青年们怀着稚嫩纯真的心思,用编织的篮子盛着如蜜般甜美的果实。
§18.569τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ §18.570ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε §18.571λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ §18.572μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
在他们中间,一个男孩用音色清脆的竖琴弹奏着动听的音乐,用他纤细的声音唱着优美的林诺斯之歌;而他们则合着节拍拍打着地面,随着歌声和呼喊,双脚跳跃着紧紧跟随。
§18.573ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· §18.574αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, §18.575μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ §18.576πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
他还在上面创造了一群牛角直立的牛群;这些牛是由黄金和锡制成的,它们发出低鸣,从牛舍急匆匆奔向牧场,来到奔腾喧嚣的河畔,在随风摇曳的芦苇丛旁。
§18.577χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι §18.578τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
黄金的牧人伴在牛群旁走着,一共四人,还有九只动作敏捷的猎犬跟着他们。
§18.579σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι §18.580ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς §18.581ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
然而,两只可怕的狮子在最前头的牛群中抓住了一只大声咆哮的公牛;公牛大声吼叫着,正被拖拽而去,而猎犬和年轻人们在后面紧追不舍。
§18.582τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην §18.583ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες §18.584αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
两只狮子已经撕开了大公牛的皮,正狼吞虎咽地吞食着它的内脏和黑色的鲜血;而牧人们只是徒劳地催促并呼喊着敏捷的猎犬。
§18.585οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, §18.586ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
但猎犬们畏缩着不敢撕咬狮子,只在极近处站着狂吠,同时躲避着它们。
§18.587ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις §18.588ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, §18.589σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
著名的跛足之神还在美丽的谷地中创造了一个牧场,一片属于白羊的广阔牧场,还有羊圈、有顶的棚舍和圈栏。
§18.590ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, §18.591τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ §18.592Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
著名的跛足之神还在上面精巧地雕琢了一处舞场,如同往昔代达罗斯在宽阔的克诺索斯为金发阿丽阿德涅所制作的那样。
在那里,青年们和能换取许多聘牛的少女们,手拉着手腕欢快地起舞。
§18.595τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας §18.596εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ· §18.597καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας §18.598εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
在他们之中,少女们穿着轻薄的细麻衣服,而青年们穿着编织精美的外衣,上面微微闪烁着油光;少女们戴着美丽的冠饰,青年们佩戴着黄金短剑,用银色的吊带挂着。
§18.599οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι §18.600ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν §18.601ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· §18.602ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
他们有时会迈着熟练的步伐极其轻盈地奔跑,正如陶工坐着,用双手试探着旋转那十分合手的轮盘,看看它是否能顺畅地旋转一样;有时他们又会排成行列,朝彼此的方向跑去。
§18.603πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος §18.604τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς §18.605φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς §18.606μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
大群民众围在这迷人的舞蹈周围,兴高采烈;在他们中间,一位神圣的歌者弹着竖琴歌唱,当他开始歌唱时,两个杂耍艺人在他们中间旋转着起舞。
他还在那面精心制作的盾牌最外圈的边缘,创造了俄刻阿诺斯这条大河的无尽洪流。
§18.609αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, §18.610τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, §18.611τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν §18.612καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, §18.613τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
当他把这面巨大而坚固的盾牌做好之后,他又为他(阿喀琉斯)打造了一件比烈火的光芒还要闪亮的胸甲,又为他打造了一顶贴合太阳穴的沉重头盔,既美丽又精致,并在上面装上了黄金的羽冠,此外还用柔韧的锡为他打造了胫甲。