§18.206χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
它是金黄色的,并从中燃起耀眼的火焰。
§18.207ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται §18.208τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, §18.209οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ §18.210ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι §18.211πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ §18.212γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, §18.213αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· §18.214ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
正如当浓烟从城市升起并到达高空,远自一座被敌人围攻厮杀的岛屿,他们整天在可憎的战争中搏斗,从自己的城里出击;随着夕阳西下,烽火接连燃烧起来,光芒腾空而起,让周围的居民都能看见,企盼他们能乘船而来,成为驱除灾难的救援者;就这样,从阿基琉斯的头上,光辉直冲高空。
§18.215στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς §18.216μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
他走上前,站在壕沟旁,远离城墙,也未与阿开亚人混在一起;因为他谨记着母亲严厉的嘱托。
§18.217ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη §18.218φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
站在那里,他大声疾呼,帕拉斯·雅典娜也从远处发出呼喊;并在特洛伊人中引起了无法估量的混乱。
§18.219ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ §18.220ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, §18.221ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
犹如那清晰可辨的声音,当喇叭鸣响,因为夺命的敌人正包围着城市;那时埃阿科斯之孙的呼喊声也同样清晰可闻。
§18.222οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, §18.223πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι §18.224ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
当他们听到埃阿科斯之孙那如青铜般的呼喊,所有人的心灵都为之震惊;而那鬃毛美丽的战马纷纷将战车转回,因为它们心中预感到了灾难。
§18.225ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ §18.226δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος §18.227δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
御者们目瞪口呆,当他们看到不熄的烈火正在大度不凡的佩琉斯之子头顶可怕地燃烧;而这烈火是那明眸女神雅典娜所燃起的。
§18.228τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, §18.229τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
高贵的阿基琉斯在壕沟上方三次大声疾呼,三次特洛伊人及其著名的盟军陷入了混乱。
就在此时此地,十二名最优秀的勇士阵亡,倒在他们自己的战车和长矛周围。
αὐτὰρ Ἀχαιοὶ §18.232ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες §18.233κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι §18.234μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς §18.235δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον §18.236κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, §18.237τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν §18.238ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
而阿开亚人们满心欢喜地将帕特罗克洛斯从飞矢投石下拖出,安放在卧榻上;他亲爱的同伴们围在周围痛哭;在他们之中,足捷的阿基琉斯跟随者,洒下热泪,因为他看到自己忠实的战友躺在担架上,被锋利的青铜武器砍得伤痕累累,他曾送他带着战马和战车奔赴战场,却再也没能迎来他的归来。
§18.239Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη §18.240πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· §18.241ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ §18.242φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
而那不倦的太阳,牛眼的尊贵赫拉迫使它违心地向着俄刻阿诺斯的洪流沉落;于是太阳落山了,高贵的阿开亚人们停止了激烈的冲突和势均力敌的战争。
§18.243Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης §18.244χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §18.245ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
另一方面,特洛伊人们从激烈的混战中退下,解开战车上足捷的骏马,在考虑晚餐之前,在集会处聚集。
§18.246ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη §18.247ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς §18.248ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
集会是站着进行的,没有人敢坐下;因为人人都战栗不已,因为阿基琉斯显露了身影,而他曾长期在痛苦的战争中罢兵。
§18.249τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν §18.250Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
聪慧的普里达马斯在他们之中开始发言,潘托斯之子;因为唯有他能洞察未来与过去。
§18.251Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, §18.252ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
他是赫克托尔的同伴,两人诞生于同一个夜晚;但一人长于雄辩,另一人则在枪法上大为胜出。
§18.253ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §18.254ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε §18.255ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν §18.256ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
他怀着善意向他们发言并说道: “朋友们,请务必深思;因为我建议你们现在回城去,不要等待神圣的黎明在平原上靠近船只的地方来临;因为我们远离城墙。
§18.257ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ §18.258τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· §18.259χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων §18.260ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
只要那个人还在对高贵的阿伽门农怀怒,阿开亚人就更容易对付;因为我也曾在轻捷的船旁安睡而感到高兴,指指夺取那些两头弯曲的船只。
§18.261νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· §18.262οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει §18.263μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ §18.264ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, §18.265ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
但现在我极其害怕足捷的佩琉斯之子;他那狂暴的脾气就是如此,他将不愿停留在平原上,那里特洛伊人和阿开亚人在两军之间共同分担着阿雷斯的武力,相反,他会为我们的城市和妇女而战。
§18.266ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
让我们回城吧,听从我的话;因为事态必将如此。
§18.267νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα §18.268ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας §18.269αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν §18.270γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν §18.271ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται §18.272Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
现在神圣的黑夜使足捷的佩琉斯之子停下了脚步;但如果他明天武装出击,发现我们还留在此地,那么每个人都会尝到他的厉害;每一个逃脱的人都会欢天喜地地逃回神圣的伊利奥斯,而特洛伊人的许多尸体将成为狗和秃鹰的食物;愿这样的消息远离我的耳朵。