§18.137τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
从赫菲斯托斯国王那里带来精美的铠甲。
§18.138ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο, §18.139καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα· §18.140ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον §18.141ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός, §18.142καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον §18.143εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν §18.144υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
如此说罢,她便转过身去,背对着自己的儿子,转而对海洋的姐妹们说道: “你们如今且潜入大海宽阔的胸怀,去见见海洋老人和我们父亲的府邸,并将这一切告诉他;而我将前往高耸的奥林匹斯,去找那名匠赫菲斯托斯,且看他是否愿意赐予我儿那名不虚传、闪闪发光的铠甲。
§18.145ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν· §18.146ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα §18.147ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
” 她如此说道,她们便立刻潜入大海的波涛之下;而银足女神泰提斯则再次向着奥林匹斯行去,为的是能给心爱的儿子带回名贵的铠甲。
§18.148τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ §18.149θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο §18.150φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
她的双足确实将她带往了奥林匹斯;然而阿开亚人们在杀人无数的赫克托尔那震天动地的呐喊声中,溃退着,逃到了船只和赫勒斯蓬托斯海峡。
§18.151οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ §18.152ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος· §18.153αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι §18.154Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
哪怕是格甲精美的阿开亚人,也本无法将阿基琉斯的随从帕特罗克洛斯的遗体,从飞矢投石中拖救出来;因为步兵和战马,还有普里阿摩斯之子赫克托尔——其神勇犹如烈火——再次追上了遗体。
§18.155τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ §18.156ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα· §18.157τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν §18.158νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς §18.159ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε §18.160στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.
赫赫有名的赫克托尔曾三次从后面抓住他的双脚,急欲将他拖走,并对特洛伊人高声呼喊;而三次,那披挂着狂暴神勇的两位埃阿斯,将他从尸体旁击退;但他坚信自己的神力,时而冲入混战,时而大声呐喊着驻足,但绝不向后退缩半分。
§18.161ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται §18.162ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, §18.163ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ §18.164Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
正如田野里的牧人无法将一头饥饿难耐、目光如火的雄狮从尸首旁驱赶开去一样,那两位全副武装的埃阿斯也同样无法吓退普里阿摩斯之子赫克托尔,使他远离尸体。
§18.165καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, §18.166εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις §18.167ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι §18.168κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
而此时他本已拖走了遗体,并赢得了无上的光荣,若非风行捷足的伊里斯从奥林匹斯奔来,作为使者,秘密地向佩琉斯之子传达武装起来的指令;这是瞒着泽乌斯和其他众神的,因为是赫拉派她去的。
她伫立近旁,向他吐露羽翼般的话语: “起来吧,佩琉斯之子,所有凡人中最令人生畏者!
§18.171Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ §18.172ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν §18.173οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, §18.174οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν §18.175Τρῶες ἐπιθύουσι·
保护帕特罗克洛斯吧,为了他,一场可怕的激战正起于船前;人们正在互相厮杀,一方在守卫那已逝去之人的遗体,另一方,特洛伊人们,则急切地想把他拖往风息不止的伊利奥斯。
μάλιστα δὲ φαίδιμος Ἕκτωρ §18.176ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε §18.177πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
尤其是那赫赫有名的赫克托尔,渴望拖走他;他的心思正催促他从娇嫩的颈项上割下头颅,钉在尖桩之上。
§18.178ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω §18.179Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· §18.180σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
起来吧,不要再躺着了;愿你的心灵感到羞耻,怎能让帕特罗克洛斯成为特洛伊恶犬的玩物;若那遗体蒙受了任何凌辱,那便是你的耻辱。
§18.181τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· §18.182Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
” 俊足而高贵的阿基琉斯随后回答她道: “女神伊里斯啊,众神之中又是谁派你来当我的使者?
§18.183τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· §18.184Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· §18.185οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος §18.186ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
” 风行捷足的伊里斯再次对他说: “是赫拉派我来的,那泽乌斯尊贵的配偶;高高在座的克罗诺斯之子并不知晓,其他居住在白雪皑皑的奥林匹斯山周围的不朽神明们,也无一知晓。
” 答复她,足捷的阿基琉斯说道: “可是,我又该如何重返战火?
ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· §18.189μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι §18.190πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· §18.191στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.
他们夺去了我的铠甲;我那亲爱的母亲也不容许我披挂,直到我亲眼看见她回到此地;因为她许诺过要从赫菲斯托斯那里带来精美的武器。
我不知道还有谁那名贵的铠甲是我所能披戴的,除非是特拉蒙之子埃阿斯的大盾。
§18.194ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ §18.195ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
但我想他自己也正处于最前沿,为了死去的帕特罗克洛斯,正用长矛诛杀敌军。
§18.196τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· §18.197εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· §18.198ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, §18.199αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο §18.200Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν §18.201τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
” 风行捷足的伊里斯再次对他说: “你的名贵铠甲落入敌手一事,我们其实也深知;但即便是现在这般,你也该走向壕沟,在特洛伊人面前现身,或许特洛伊人会因惧怕你而罢兵,从而让那些英勇的阿开亚子弟在困顿中得到一丝喘息;因为在战火中,哪怕是片刻的喘息也极其珍贵。