§18.276μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
那些长而精磨、紧密契合的门板将被拉拢来守护城市。
明日清晨,黎明时分,我们将披甲执兵,列阵于塔楼之上。
τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν §18.279ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
若他执意要来,这对他将是更痛苦的事,从船只那里前来,在城墙周围与我们交战。
§18.280ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους §18.281παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· §18.282εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, §18.283οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.
他必将再次退回船旁,当他在城下策马疾驰、以各种奔跑而使它们疲惫不堪之后;但他的内心绝不敢允许他冲入城内,也决不能攻破它;在此之前,迅捷的狗就会将他吞噬。
§18.284τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· §18.285Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, §18.286ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
” 此时,闪盔的赫克托尔怒目而视,对他说: “普里达马斯,你所说的这些话再也不合我心意了,居然劝我们再次退回城里,聚集在城内。
§18.287ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
难道你们还没受够被困在塔楼之内的日子吗?
§18.288πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι §18.289πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· §18.290νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, §18.291πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν §18.292κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
要知道,以往世间所有说话的人类都会传颂着它黄金繁多、青铜丰饶;但如今,家中的美丽珍宝已彻底流失,许多产业已被卖到弗里吉亚和可爱的梅奥尼亚,变卖而去,因为伟大的宙斯降怒于我们。
§18.293νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω §18.294κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, §18.295νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
如今,当那诡计多端的克罗诺斯之子赐予我在船旁赢得荣耀、将阿开亚人围困在海边时,愚蠢的人啊,休要再在民众中显露这些念头!
§18.296οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
因为特洛伊人没有一个会听从,因为我不允许。
§18.297ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
来吧,正如我所说,让我们大家都听从。
§18.298νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, §18.299καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· §18.300Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, §18.301συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· §18.302τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
现在,在军中按部队列队就餐,牢记警戒之责,人人保持警惕;特洛伊人中若有谁为自己的财产极其担忧,让他把财富收集起来,分给民众人人享用;让他们中的某人享用这些,总比让阿开亚人夺去要好。
明日清晨,黎明时分,我们将披甲执兵,在中空的船只旁,让我们挑起激烈的战斗。
§18.305εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, §18.306ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε §18.307φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην §18.308στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
若高贵的阿基琉斯果真在船旁重新挺身而出,若他执意要战,这对他将是更痛苦的事;我决不会在这声浪恐怖的战场上向他退缩,而要正面与他抗衡,看是他赢得伟大的胜利,还是我夺得。
§18.309ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.
战神对人皆公平,甚至能将杀人者击杀。
§18.310ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν §18.311νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
” 赫克托尔如此说道,特洛伊人齐声欢呼赞同,愚蠢的人啊;因为帕拉斯·雅典娜夺去了他们的理智。
§18.312Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, §18.313Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
因为他们对筹划恶策的赫克托尔大加赞许,而对提出良策的普里达马斯却无人赞赏。
§18.314δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ §18.315παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
随后,他们在军中享用晚餐;而阿开亚人们整夜为帕特罗克洛斯痛哭,发出哀号。
§18.316τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο §18.317χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου §18.318πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, §18.319ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ §18.320ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, §18.321πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν §18.322εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
他们之中,佩琉斯之子领头痛切地哀悼,将他那杀人的双手放在战友的胸膛上,沉痛地呻吟,犹如一只长着美髯的雄狮,它的幼崽被猎鹿人夺去,从茂密的森林中;雄狮来迟了,悲痛不已,走过许多山谷,寻找那人的足迹,渴望能从哪里找到他;因为无比辛辣的愤怒攫住了它。
§18.323ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· §18.324ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ §18.325θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· §18.326φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν §18.327Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
他就是这样沉痛地呻吟着,对米尔米东人说道: “啊,天哪,那天我在殿堂里宽慰英雄梅诺提奥斯时,说出了虚妄之言;我说我会带他那赫赫有名的儿子回到奥波伊斯,当他攻克伊利奥斯并分得一份战利品之后。
§18.328ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· §18.329ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι §18.330αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα §18.331δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς §18.332οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
然而,宙斯并不会为人类实现所有的意愿;因为我们两人注定要在同一个地方就在特洛伊红染大地,因为那老骑士佩琉斯也不会在殿堂里迎来我的归来,母亲忒提斯也不能,而是这里的土地将把我留住。
§18.333νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, §18.334οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι §18.335τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· §18.336δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω §18.337Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
如今,既然我将在你之后步入地下,帕特罗克洛斯,我决不为你举行葬礼,直到我把赫克托尔的铠甲和你那大度战友的杀手之头颅带到这里;在你的火葬柴堆前,我将斩首十二名特洛伊人的显赫之子,为你之死而义愤填膺。
§18.338τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, §18.339ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι §18.340κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, §18.341τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ §18.342πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
与此同时,你就这样躺在我那两头弯曲的船旁,你的周围,胸部丰满的特洛伊和达耳达尼亚妇女将日夜流泪痛哭,她们是我们自己用力量和长矛所赢得的,当我们攻破凡人那些富庶的城市时。