Humanitext Reader

荷马 · 伊利亚特 §17.70-17.135

赫克托尔逼近与梅内劳斯携大埃阿斯救援

第 153 段,共 226 段 · 希腊语

内容简介

在阿波罗的警示下,赫克托尔注意到欧福尔波斯的战死并冲向前线。梅内劳斯被迫退却,并说服大埃阿斯一同重返战场,从企图凌辱遗体的赫克托尔手中夺回帕特罗克洛斯的尸体。

§17.70ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο §17.71Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, §17.72ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ §17.73ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· §17.74καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §17.75Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων §17.76ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ §17.77ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι §17.78ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
这时,阿特柔斯之子本可以轻易夺走潘索斯之子的光荣铠甲,如果福玻斯·阿波罗没有对他产生嫉恨,阿波罗激起了与迅捷的阿瑞斯不相上下的赫克托尔去对付他,阿波罗化身为一个男人,即基科涅斯人的领袖门特斯;他向他发出声音,用羽翼般的话语说道: “赫克托尔,现在你在这里奔跑,追赶着那无法企及之物,那便是英勇的埃阿客得斯(阿喀琉斯)的战马;而它们对于凡人来说,是极难驯服和驾驭的,除了由不死母亲所生的阿喀琉斯。
§17.79τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς §17.80Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε §17.81Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
与此同时,热爱战斗的阿特柔斯之子梅内劳斯,守护在帕特罗克洛斯身旁,击杀了特洛伊人中最优秀的勇士,潘索斯之子欧福尔波斯,并终止了他强悍的勇武。
§17.82ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, §17.83Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
” 神这样说着,便又回到了凡人的劳碌之中,而可怕的悲伤笼罩了赫克托尔阴沉的心灵。
§17.84πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω §17.85τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ §17.86κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.
随后他环视战线,立刻看清了,那人正在剥去光荣的铠甲,而另一人倒在地上,鲜血正从被刺的伤口中流出。
§17.87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ §17.88ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο §17.89ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· §17.90ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
他穿过前线战士,身披闪耀的青铜铠甲,发出尖锐的呼喊,犹如赫淮斯托斯那无法熄灭的烈火;阿特柔斯之子也立刻注意到了他那尖锐的呼喊;他感到愤懑,便对自己伟大的心灵说道: “啊,我真不幸!
§17.91ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ §17.92Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, §17.93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
如果我丢下这些美丽的铠甲和帕特罗克洛斯,他为了我的荣誉而倒在这里,只怕任何看见此景的达奈人都会对我发怒。
§17.94εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι §17.95αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· §17.96Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
但如果我出于羞耻,独自一人与赫克托尔及特洛伊人战斗,只怕他们会把我包围,以多欺少;而戴着闪亮头盔的赫克托尔正把所有的特洛伊人引到这里。
§17.97ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
可是,我亲爱的心灵为何要计较这些呢?
§17.98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι §17.99ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
每当一个人想要违背神意去和神所器重的战士战斗时,巨大的灾祸很快就会降临到他身上。
§17.100τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται §17.101Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
因此,任何看见我向赫克托尔退让的达奈人,都不会对我发怒,因为他是借着神助在战斗。
§17.102εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, §17.103ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης §17.104καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν §17.105Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
但如果我在哪里能听到善于呐喊的埃阿斯的声音,我们两人就可以再次折返,重温战斗的乐趣,即使是违抗神意,只要我们能为佩琉斯之子阿喀琉斯夺回尸体;这将在重重灾祸中成为最好的选择。
§17.106εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν §17.107τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
” 当他在心中和灵魂里思量这些的时候,特洛伊人的队伍已经逼近;而赫克托尔走在最前列。
§17.108αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν §17.109ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, §17.110ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται §17.111ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ §17.112παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· §17.113ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
但他向后退去,丢下了尸体,不断回头,就像一头长着浓密鬃毛的雄狮,被狗和猎人拿着长枪并大声叫喊着,从牛棚中赶走;它胸中的强健心灵变得冰冷,不情愿地离开了中庭;金发的梅内劳斯也是这样离开了帕特罗克洛斯。
§17.114στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων §17.115παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
当他走到同伴们的队伍中时,他转过身站定,寻找着大埃阿斯,泰拉蒙之子。
§17.116τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης §17.117θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· §17.118θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· §17.119βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. §17.120Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος §17.121σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν §17.122γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
他很快就注意到了埃阿斯在整个战局的左翼,鼓励着同伴并督促他们战斗;因为福玻斯·阿波罗将神圣的恐惧降在了他们身上;他奔跑过去,立刻站在他身旁说道: “埃阿斯,快到这里来,朋友,为了死去的帕特罗克洛斯我们快行动吧,看能否将尸体送还给阿喀琉斯,即使是赤裸的;而他的铠甲已被戴着闪亮头盔的赫克托尔夺去。
§17.123ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· §17.124βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
” 他这样说,激起了英勇埃阿斯的心灵;埃阿斯穿过前线战士,金发的梅内劳斯也与他同行。
§17.125Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, §17.126ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, §17.127τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
赫克托尔剥去了帕特罗克洛斯光荣的铠甲,正拖拉着他,想用锋利的青铜切断他的头颅,并将尸体拖走,喂给特洛伊的恶犬。
§17.128Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· §17.129Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, §17.130ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ §17.131Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
但埃阿斯走近了,手持塔一般的盾牌;赫克托尔便退回到他的同伴人群中,跳上了战车;他把美丽的铠甲交给特洛伊人,带回城里,作为他大无畏的荣耀。
§17.132Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας §17.133ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, §17.134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ §17.135ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
而埃阿斯用宽阔的盾牌盖住了墨诺提俄斯之子,守护着,如同雄狮守护它的幼崽,当它带着幼兽时,在森林里遇到了围猎的人们;它凭借自己的力量狂怒,

词汇与语法注释

  1. §17.70ἔνθά κε ῥεῖα φέροι... εἰ μή — 荷马史诗中的过去反事实条件句。条件从句使用不定过去时直陈语气(`εἰ μή... ἀγάσσατο`),而主句则使用希求语气(`φέροι`)配合语气词 `κε`。在古典雅典方言中,主句通常需要使用直陈语气过去时配合 `ἄν`,但在荷马希腊语中,希求语气配合 `κε` 亦可表示过去的反事实假设。
  2. §17.76οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι — 说明性(限制性)不定式 `δαμήμεναι`(荷马式不定过去时被动不定式)与 `ὀχέεσθαι`(现在时中被动不定式),修饰形容词 `ἀλεγεινοί`(困难的)。它们具体说明了这些战马(由 `οἳ` 代表)在“被凡人驯服和驾驭”方面是困难的。
  3. §17.91εἰ μέν κε λίπω... μή τίς μοι Δαναῶν νεμεσήσεται — 条件从句 `εἰ... κε λίπω`(不定过去时虚拟语气 `λίπω` 配合 `κε`)由引入担忧的 `μή` 从句作答,后面接将来时直陈语气 `νεμεσήσεται`(或荷马希腊语中常见的短元音虚拟语气),表示忧虑(“只怕有达奈人会对我发怒”)。
  4. §17.98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι — 表示一般性条件的实践/条件从句(“每当有人想要……”),在没有语气词 `ἄν` 或 `κε` 的情况下使用了虚拟语气 `ἐθέλῃ`,这是史诗的一种常见特征。在古典散文中,这通常需要使用 `ὁπόταν`(结合了 `ἄν`)。
  5. §17.134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται — 用于比喻中关系从句的虚拟语气 `συναντήσωνται`,用以表示一般性或假设性的情况,并伴随有泛指语气词 `τε`(“如遇到……时”)。

引用这一段

荷马, 伊利亚特 §17.70-17.135. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.70-17.135

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。