Humanitext Reader

荷马 · 伊利亚特 §17.1-17.69

墨涅拉俄斯守护尸首与欧福耳玻斯阵亡

第 152 段,共 226 段 · 希腊语

内容简介

梅内劳斯注意到帕特罗克洛斯之死,上前守护其遗体。潘索斯之子欧福尔波斯向其发起挑战,但被梅内劳斯击杀,特洛伊人因恐惧而不敢接近。

§17.1οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον §17.2Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
阿特柔斯之子、深受阿瑞斯喜爱的梅内劳斯,并未忽视帕特罗克洛斯在战斗中被特洛伊人征服这一事实。
§17.3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, §17.4ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ §17.5πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· §17.6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
他穿过前线战士,身披闪耀的青铜铠甲,守在遗体旁,如同一只母牛守护着它的小牛,那是它初次产下的结晶,它发出哀鸣,此前从未经历过分娩;金发的梅内劳斯也是这样守护着帕特罗克洛斯。
§17.7πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, §17.8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
他将长枪和四面均匀的盾牌横在身前,渴望击杀任何敢于迎面走来的人。
§17.9οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε §17.10Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ §17.11ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· §17.12Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν §17.13χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· §17.14οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων §17.15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
而擅长梣木长枪的潘索斯之子,也没有忽视倒下的完美无瑕的帕特罗克洛斯;他来到遗体旁,站定,并对深受阿瑞斯喜爱的梅内劳斯说道: “阿特柔斯之子梅内劳斯,宙斯所育的民众领袖,退后,留下这具尸体,放开那血染的战利品;因为在特洛伊人和他们著名的盟友中,没有人在我之前,在激烈的战斗中用长枪击中帕特罗克洛斯。
§17.16τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, §17.17μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
因此,且让我特洛伊人中赢得崇高的荣耀,免得我击中你,夺去你甜美的生命。
§17.18τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· §17.19Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
” 金发的梅内劳斯听后大为震怒,对他说道: “父神宙斯啊,傲慢地过分夸耀绝非美德。
§17.20οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος §17.21οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος §17.22θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, §17.23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
无论是豹子的力量,还是狮子的力量,或是那胸中充满强悍斗志、狂暴毁灭的野猪的力量,都无法与此相比,那便是擅长梣木长枪的潘索斯之子们的狂妄气焰。
§17.24οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο §17.25ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε §17.26καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν §17.27ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα §17.28εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
然而,即便是那驯马的许佩勒诺尔,也未能享受到他的青春,当时他轻视并迎战我,并说我是达奈人中最无能的战士;但我说他绝没有用自己的双脚走回去,去取悦他亲爱的妻子和高尚的双亲。
§17.29ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα §17.30στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω §17.31ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο §17.32πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
因此,如果你迎战我,我也将瓦解你的力量;但我劝你退回众人之中,切勿与我作对,免得遭受灾祸;事情发生之后,愚人方才明白。
§17.33ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· §17.34νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις §17.35γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, §17.36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, §17.37ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
” 他这样说,但未能说服对方;欧福尔波斯回答道: “梅内劳斯,宙斯所育的人啊,现在你必须偿还你所杀死的我的兄弟的血债,尽管你此刻正傲慢地宣称着,你使他在新婚之夜的洞房深处让妻子守寡,并给他的双亲带去了无穷的哀伤与痛苦。
§17.38ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην §17.39εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας §17.40Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
我定能成为那些可怜人的慰藉,如果我能带走你的头颅和你的铠甲,并将它们亲手交到潘索斯和高贵的普隆提斯手中。
§17.41ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται §17.42οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.
然而,战斗不会再拖延下去了,无论靠力量还是靠恐惧,结果都将见分晓。
§17.43ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· §17.44οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ §17.45ἀσπίδʼ ἐνὶ κρατερῇ·
” 他这样说着,刺向梅内劳斯四面均匀的盾牌;但青铜未能穿透,其枪尖在强韧的盾牌上弯折了。
ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ §17.46Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· §17.47ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα §17.48νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· §17.49ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
接着,阿特柔斯之子梅内劳斯手持青铜枪冲上前去,向父神宙斯祈祷;他趁着对方退后,刺中其喉咙的根部,他自己也用沉重的手使劲推枪,深信其力量;枪尖径直穿透了欧福尔波斯柔嫩的颈部。
§17.50δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
他轰然倒地,其铠甲在他身上发出碰撞声。
§17.51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι §17.52πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
他的头发被鲜血浸湿,那头发美如美惠三女神,还有那用金银丝线编织的卷发。
§17.53οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης §17.54χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ, §17.55καλὸν τηλεθάον·
正如同有人在荒僻之地,在水源充足的地方,培育了一株茁壮成长的美丽油橄榄幼苗。
τὸ δέ τε πνοιαὶ δονέουσι §17.56παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· §17.57ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ §17.58βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ· §17.59τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον §17.60Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
它生机勃勃地生长,各种风的吹拂使它摇曳,白色的花朵挂满枝头;但突然狂风暴雨袭来,将它连根拔起,并将其推倒在地面上;阿特柔斯之子梅内劳斯在击杀了潘索斯之子、擅长梣木长枪的欧福尔波斯后,剥去了他的铠甲。
§17.61ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς §17.62βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· §17.63τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι §17.64πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει §17.65δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες §17.66πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν §17.67ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· §17.68ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα §17.69ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
正如山中长大的狮子,凭着自己的勇力,从牧群中攫取了最优秀的一头母牛;它先用强有力的牙齿咬断其颈骨,然后贪婪地吞食其鲜血和全部内脏,将其撕碎;而周围的牧犬和牧人只能在远处大声叫喊,却不敢上前迎战;因为苍白的恐惧席卷了他们;特洛伊人中没有人的心敢于上前迎击光荣的梅内劳斯。

词汇与语法注释

  1. 17.1οὐδʼ ἔλαθʼ — 此处为动词 λανθάνω 接宾格(Ἀτρέος υἱὸν... Μενέλαον)与主格分词(δαμείς)的经典句式,字面意思是“帕特罗克洛斯的战死没有瞒过梅内劳斯”,即通过双重否定表示“梅内劳斯立刻注意到了帕特罗克洛斯的阵亡”。
  2. 17.23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν — 比较关联句式。主句(第20-22行)以名词(μένος, θυμός)为主语(“无论是豹、狮还是野猪的力量……”),而比较从句(第23行)则转用动词短语(“如潘索斯之子们所想/所骄傲的那般”),呈现出语法结构上的不对称。但在语义上,这极力强调了潘索斯之子的傲慢程度甚至超过了野兽的凶猛。
  3. 17.25ἧς ἥβης — 动词 ἀπονίναμαι(此处为过去不定时中动态 ἀπόνητο)支配属格,意为“享受、得益于”。在此处,ἧς ἥβης(他自己的青春)是该动词的属格宾语。
  4. 17.32ῥεχθὲν δέ τε νήπιος ἔγνω — ῥεχθέν 是 ῥέζω(做、行)的无定过去时被动分词中性单数主格。这是荷马史诗中常用的谚语式表达:“事情发生之后,愚人方才明白”,意指愚蠢的人只有在灾祸实际降临后才能醒悟。
  5. 17.47ἀναχαζομένοιο — 现在分词属格单数形式。它与后面的属格 στομάχοιο θέμεθλα(喉咙/食道的根部)并置,在语义上作关联属格(“在退却的他的”),修饰被刺中的身体部位。

引用这一段

荷马, 伊利亚特 §17.1-17.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.1-17.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。