Humanitext Reader

ホメロス · イリアス §17.70-17.135

ヘクトルの接近とメネラオスと大アイアスの救援

153 / 226 箇所 · ギリシア語

要旨

アポロンの警告によりヘクトルがエウポルボスの死と武具の剥奪に気づき、最前線に迫る。メネラオスはこれに圧倒されて一時後退し、大アイアスを説得して共にパトロクロスの遺体奪還へ向かい、退却するヘクトルから遺体を守る。

§17.70ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο §17.71Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
アトレウスの子はパントオスの子の誉れ高い武具を容易に奪い去ったであろう、もしホイボス・アポロンが彼に嫉妬しなかったなら。
§17.72ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ §17.73ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
アポロンは、素早きアレスに比肩するヘクトルを彼に対して駆り立てた、キコネスの指導者メンテスに姿を似せた男となって。
§17.74καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
アンド彼は彼に語りかけ、翼ある言葉を向けた。
§17.75Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων §17.76ἵππους Αἰακίδαο δαΐφρονος·
「ヘクトルよ、今お前は追いつけぬものを追い求め、このように走っている、心猛きアイアキデスの馬たちを。
οἳ δʼ ἀλεγεινοὶ §17.77ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι §17.78ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
それらは、死すべき人間たちにとっては、屈服させ、駆るのが困難なのだ、不死の母が産んだアキレウス以外の者にとっては。
§17.79τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς §17.80Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
その間に、戦いを好むアトレウスの子メネラオスは、パトロクロスの死体を守りつつ、トローイア人の最も優れた戦士を討ち取った、パントオスの子エウポルボスを。
§17.81Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
そして彼の激しい勇猛さを終わらせたのだ。
§17.82ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, §17.83Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
」こう語ると、神は再び人間たちの苦闘の中へと去って行き、ヘクトルの暗い心の周りには、恐ろしい悲しみが立ち込めた。
§17.84πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω §17.85τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ
そして彼は列を見渡し、すぐに悟った、一人が名高い武具を剥ぎ取っているのを、もう一人が地面に横たわっているのを。
§17.86κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.
傷口からは血が流れ落ちていた。
§17.87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ §17.88ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο §17.89ἀσβέστῳ·
彼は輝く青銅に身を固め、最前線の戦士たちの間を進み、消えることのないヘパイストスの炎のように、鋭く叫び声をあげた。
οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
アトレウスの子も、彼が鋭く叫ぶのを気づかないではいなかった。
§17.90ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
そして彼は憤りつつ、自らの偉大な心に向かって語りかけた。
§17.91ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ §17.92Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, §17.93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
「ああ、哀れな私よ、もし私がこの美しい武具と、我が名誉のためにここに横たわっているパトロクロスを置き去りにするなら、ダナオス人の誰か、これを見る者が私を非難するのではないか。
§17.94εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι §17.95αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·
しかし、もし私が恥を恐れて、ヘクトルやトローイア人たちと一人で戦うなら、多勢に無勢で、彼らが私を包囲するのではないか。
§17.96Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
ヘクトルはここに、すべてのトローイア人を率いてきている。
§17.97ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
しかし、なぜ我が愛する心はこのようなことを論じているのか。
§17.98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι §17.99ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
人が神の守る戦士に対して、神意に抗って戦おうとするとき、忽ち彼の上に大いなる災いが転がり落ちてくる。
§17.100τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται §17.101Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
だから、私がヘクトルから退くのを見る者がいても、ダナオス人の誰も私を非難はすまい、彼は神の助けを得て戦っているのだから。
§17.102εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, §17.103ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης §17.104καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν §17.105Πηλεΐδῃ Ἀχιλῆϊ·
しかし、もしどこかで、鬨の声に優れたアイアスの声を聞くことができれば、我ら二人は再び戦いに戻り、たとえ神に抗ってでも、ペレウスの子アキレウスのために、なんとか遺体を取り戻すことができるかもしれない。
κακῶν δέ κε φέρτατον εἴη.
それが数ある災いの中でも最善であろう。
§17.106εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν §17.107τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
」彼が心と胸の中でこれらを思案している間に、トローイア人たちの列が迫り、ヘクトルが先頭に立っていた。
§17.108αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν §17.109ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, §17.110ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται §17.111ἔγχεσι καὶ φωνῇ·
しかし彼は後方へと退き、死体を残した、何度も振り返りながら、まるでたてがみ豊かな獅子が、犬たちや男たちに、槍と叫び声によって、家畜小屋から追い立てられるかのように。
τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ §17.112παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·
その胸の中の猛き心は凍りつき、気が進まぬまま中庭から去って行く。
§17.113ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
そのように、金髪のメネラオスはパトロクロスから去って行った。
§17.114στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων §17.115παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
そして彼は振り返り、仲間たちの群れに到達すると立ち止まり、テラモンの子、大アイアスを目で探した。
§17.116τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης §17.117θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
彼は、アイアスが戦場全体の左翼で、仲間を励まし、戦うよう促しているのを素早く見つけた。
§17.118θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
ホイボス・アポロンが彼らに神がかりな恐怖を投げ込んでいたからである。
§17.119βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
彼は走って進み、すぐに傍らに立って言葉をかけた。
§17.120Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
「アイアスよ、友よ、こちらへ。
§17.121σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
亡きパトロクロスのために急ごう。
§17.122γυμνόν·
たとえ裸であっても、その遺体をアキレウスのもとへ届けられるように。
ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
武具は、兜きらめくヘクトルが持っている。
§17.123ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
」こう語ると、彼は心猛きアイアスの心を奮い立たせた。
§17.124βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
アイアスは最前線を進み、金髪のメネラオスも共に進んだ。
§17.125Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, §17.126ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, §17.127τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
ヘクトルは、パトロクロスから名高き武具を剥ぎ取ると、鋭い青銅で首を肩から切り落とし、その死体を引きずってトローイアの犬たちに与えようと引っ張っていた。
§17.128Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
しかし、アイアスが塔のような盾を掲げて近くにやってきた。
§17.129Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, §17.130ἐς δίφρον δʼ ἀνόρουσε·
ヘクトルは再び仲間たちの群れへと退き、戦車へと飛び乗った。
δίδου δʼ ὅ γε τεύχεα καλὰ §17.131Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
アンド彼はその美しい武具を、自らの大いなる誉れとするために、都へ持ち帰るようトローイア人たちに渡した。
§17.132Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας §17.133ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
アイアスはメノイティオスの子の周りに広い盾を覆い、まるで我が子の周りに立つ獅子のようにはだかった。
§17.134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ §17.135ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
幼い我が子を連れているときに、森の中で猟師たちに出会った獅子が、己の力に猛り立ち、

語釈・文法注

  1. §17.70ἔνθά κε ῥεῖα φέροι... εἰ μή — 帰帰結節に希求法 `φέροι` と小辞 `κε` を用い、条件節に直説法過去(アオリスト `ἀγάσσατο`)を伴う、ホメロスにおける過去の反実仮想(もし〜でなかったなら、〜したであろうに)の構文。古典期アッティカ方言では通常帰結節にも直説法過去(`ἔφερεν ἄν`)が用いられる。
  2. §17.76οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι — 形容詞 `ἀλεγεινοί`(困難な、手ごわい)を修飾する説明的(制限的)不定詞 `δαμήμεναι`(アオリスト受動不定詞)および `ὀχέεσθαι`(現在中受動不定詞)。馬(`οἳ`)が「人間によって手なずけられ、御されること」において困難であることを示している。
  3. §17.91εἰ μέν κε λίπω... μή τίς μοι Δαναῶν νεμεσήσεται — 条件節 `εἰ... κε λίπω`(アオリスト接続法 `λίπω` + `κε`)に対し、帰結節が `μή` +未来直説法 `νεμεσήσεται`(または短母音接続法)からなる懸念・懸惧(〜ではないかと恐れる、〜とならぬように)を表す文脈。自己への非難を懸念する心の動きを表している。
  4. §17.98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι — 一般的・反復的状況を表す時間節で、ホメロス的な特徴として小辞 `ἄν` や `κε` を伴わずに接続法 `ἐθέλῃ` のみを用いる形。古典期散文であれば `ὁπόταν` になるところである。
  5. §17.134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται — 直喩の中で一般的な仮定の状況を示す関係節。一般化の機能を持つ小辞 `τε` を伴い、接続法 `συναντήσωνται` が用いられている。

この箇所を引用する

ホメロス, イリアス §17.70-17.135. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.70-17.135

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。