§17.136πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
它拉下所有的眉梢,遮住了双眼。
§17.137ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
埃阿斯也是这样守护在英雄帕特罗克洛斯的身旁。
而在另一边,深受阿瑞斯喜爱的阿特柔斯之子梅内劳斯,站在那儿,胸中凝聚着巨大的悲痛。
§17.140Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν §17.141Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· §17.142Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
希波洛科斯之子、吕基亚人的领袖格劳科斯,怒视着赫克托尔,用严厉的话语责备道: “赫克托尔,你的容貌虽美,但在战斗中却大有欠缺。
§17.143ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
事实上,对于像你这样的逃跑者来说,虚有那高尚的名声。
§17.144φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς §17.145οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· §17.146οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν §17.147εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν §17.148μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
如今你想想看,你将如何拯救城邦与都城,仅凭你一人,和那些在伊利翁土生土长的子民;因为绝不会有吕基亚人去和达奈人战斗,为了城邦而战,因为到头来,与敌手们始终不懈地战斗,并无任何恩义可言。
§17.149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον §17.150σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον §17.151κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, §17.152ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ §17.153ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
你又怎能把一个地位较低的战士从乱军中救出,你这无情的人,你竟然丢下了同时身为宾客和同伴的萨尔佩冬,丢给阿耳戈斯人当作掠夺的猎物和战利品,他活着的时候,曾对你的城邦和你自己大有益处;而如今,你甚至不敢替他赶走恶犬。
§17.154τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν §17.155οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
因此,现在若有哪个吕基亚人听从我的话,我们就回家去,而险峻的毁灭将显现在特洛伊面前。
§17.156εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη §17.157ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης §17.158ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, §17.159αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
因为倘若如今特洛伊人中拥有极大的勇气,毫无惧色,如同那种在为祖国而与敌手们拼死搏斗、历经劳碌的战士们所拥有的那样,我们便能立刻将帕特罗克洛斯拖进伊利翁城内。
§17.160εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος §17.161ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, §17.162αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ §17.163λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
倘若这个死人能被送达伟大的普里阿摩斯国王的城内,倘若我们能将他从战场上拖回来,阿耳戈斯人很快就会交还萨尔佩冬美丽的铠甲,我们也能将他本人迎回伊利翁城中。
§17.164τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος §17.165Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
因为被杀的那位,他的侍从正是阿耳戈斯人的船旁最优秀的勇士,他身边的侍从也是近战的强者。
§17.166ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας §17.167στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, §17.168οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
可是你,竟然不敢站在大无畏的埃阿斯面前,在敌人的呐喊声中,看着他的双眼与他对峙,也不敢正面与他交锋,因为他确实比你强大。
§17.169τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· §17.170Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
” 戴着闪亮头盔的赫克托尔怒视着他,说道: “格劳科斯,像你这样的人,为何会说出如此傲慢的话?
§17.171ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων §17.172τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· §17.173νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, §17.174ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
啊,我本以为你的智慧胜过所有那些居住在肥沃的吕基亚土地上的其他人;但现在,因你所说的话,我完全蔑视你的判断力,你竟然说我无法抵挡那巨大的埃阿斯。
§17.175οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· §17.176ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, §17.177ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην §17.178ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
我绝不畏惧战斗,也不怕战马的轰鸣;但手持埃癸斯神盾的宙斯,他的意愿总是更强大,他能让勇猛的人也感到恐惧,轻而易举地夺走胜利,有时他又亲自督促人们去战斗。
§17.179ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, §17.180ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, §17.181ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα §17.182σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
但来吧,朋友,站在我身旁,看看我的作为,究竟我会像你所说的那样,整天都当个懦夫,还是我会阻挡住任何一个虽然在勇武上极其渴望战斗的达奈人,阻止他为死去的帕特罗克洛斯进行防守战斗。
§17.183ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· §17.184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, §17.185ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, §17.186ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω §17.187καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
” 他这样说着,大声呼喊着召唤特洛伊人: “特洛伊人、吕基亚人,以及近战的达尔达尼亚人,朋友们,要像个男子汉,记住那强悍的勇武,在此期间,我将披上高尚的阿喀琉斯那美丽的铠甲,那是我击杀了强健的帕特罗克洛斯后剥夺来的。
§17.188ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ §17.189δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους §17.190ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, §17.191οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
” 戴着闪亮头盔的赫克托尔这样说着,离开了激烈的战场;他奔跑着,很快就追上了他的同伴们,他们还没走多远,他便用疾捷的步伐赶上了他们,那些人正将佩琉斯之子的名贵铠甲运往城里。
§17.192στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν· §17.193ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν §17.194Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε §17.195Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες §17.196πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε §17.197γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
他站在那惨烈战场的一旁,换上了铠甲;他把自己的铠甲交给热爱战斗的特洛伊人,带回神圣的伊利翁,而自己却披上了天上的诸神曾赐予他亲爱父亲的、佩琉斯之子阿喀琉斯的不朽铠甲;而父亲在年迈时将它传给了自己的儿子;然而那儿子却未能披着父亲的铠甲老去。
§17.198τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς §17.199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, §17.200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· §17.201ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν §17.202ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις §17.203ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
当聚云的宙斯从远处看见他身披神圣的佩琉斯之子的铠甲武装自己时,他摇了摇头,对自己心中说道: “啊,可怜的人,死亡竟丝毫不在你的心头,而它确实已迫在眉睫;你却正披着那不朽的铠甲,那属于一位连其他人也为之战栗的极优秀勇士的铠甲。