Humanitext Reader

ホメロス · イリアス §17.136-17.203

グラウコスの叱責とアキレウスの武具を纏うヘクトル

154 / 226 箇所 · ギリシア語

要旨

アイアスは盾でパトロクロスの遺体を守り、メネラオスもそこに佇む。リュキアの将グラウコスはヘクトルの臆病さを責め、サルペドンの遺体回収を促す。これに憤ったヘクトルは、アキレウスの武具を身にまとうため一時戦場を離れ、それを見たゼウスは彼の過酷な運命を予言する。

§17.136πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
そして(獅子は)眉毛をことごとく引き下げ、目を覆う。
§17.137ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
そのように、アイアスは英雄パトロクロスの周りにはだかった。
§17.138Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος §17.139ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
他方、アレスに愛されしアトレウスの子メネラオスも、胸の中に大いなる悲しみを募らせながら、たたずんでいた。
§17.140Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν §17.141Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
ヒッポロコスの子でリュキアの戦士たちの指導者グラウコスは、ヘクトルを睨みつけ、厳しい言葉で責め立てた。
§17.142Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
「ヘクトルよ、姿かたちは素晴らしいが、戦いにおいては大いに劣っているな。
§17.143ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
実のところ、逃亡者であるお前に、高い名声が虚しく伴っているのだ。
§17.144φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς §17.145οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
今や、お前がいかにして都と城塞を救うべきか、よく考えよ、イリオスで生まれた民たちと共に、ただお前一人で。
§17.146οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν §17.147εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
リュキア人の誰もダナオス人と戦うために都の周りへは行くまい。
§17.148μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
敵の男たちと絶えず休みなく戦うことに、何の報いもなかったのだから。
§17.149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον §17.150σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
お前はどうして、より劣る戦士を混戦の中から救い出すことができようか、無情な男よ。
§17.151κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
お前は、賓客であり同志であったサルペドンを、アルゲイオス人たちに奪われ、餌食となるままに置き去りにした。
§17.152ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ §17.153ζωὸς ἐών·
彼は、生きていた時にはお前の都とお前自身に大いに役立っていたのに。
νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
しかし今、お前は彼から犬を追い払う勇気さえなかった。
§17.154τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν §17.155οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
だから今、もしリュキアの戦士たちの誰かが私の言うことを聞き、帰国するならば、トローイアには険しい滅亡が姿を現すであろう。
§17.156εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη §17.157ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης §17.158ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
もし今、トローイア人たちの中に、大いに勇敢で恐れを知らぬ闘志があれば、祖国のために敵の男たちと労苦と闘争を交える者たちに宿るような闘志が。
§17.159αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
そうすれば、我らはたちまちパトロクロスをイリオスの中へと引き入れることができよう。
§17.160εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος §17.161ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, §17.162αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ §17.163λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
もしこの死体が、偉大なるプリアモス王の都へと運ばれ、我らが彼を戦闘から引きずり出せるならば、アルゲイオス人たちはたちまちサルペドンの美しい武具を返すであろうし、我らは彼自身をイリオスの中へと運ぶことができよう。
§17.164τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος §17.165Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
なぜなら、アルゲイオス人たちの船の傍らで最も優れた男の、そして近接戦を戦う従卒たちを持つ男の、従卒が討たれたのだから。
§17.166ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας §17.167στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
だが、お前は偉大な心を持つアイアスの前に敵の叫び声の中で彼の目を見つめて立つことも、正面から戦こともしなかった。
§17.168οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
彼は彼でお前より優れているのだから。
§17.169τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
兜きらめくヘクトルは彼を睨みつけ、語りかけた。
§17.170Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
「グラウコスよ、なぜお前ほどの男がそのような傲慢なことを言うのか。
§17.171ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων §17.172τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
ああ、実のところ私は、豊饒なリュキアに住まうすべての者たちの中で、お前が最も分別に優れていると思っていた。
§17.173νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
だが今、お前がそのようなことを言ったので、私はお前の分別を全く疑う。
§17.174ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
お前は私が巨躯のアイアスに耐え得なかったと言うのだから。
§17.175οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
私は戦闘も馬の地響きも決して恐れてはいない。
§17.176ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, §17.177ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην §17.178ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
だが、アイギスを持つゼウスの御心は常に(人間の力より)勝っており、彼は勇猛な男をも怯えさせ、容易に勝利を奪うこともあれば、時には自ら戦うよう促すこともある。
§17.179ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, §17.180ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, §17.181ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα §17.182σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
だが、さあ、友よ、こちらへ来て、私の傍らに立ち、私の働きを見るがよい、私が一日中、お前の言うような臆病者であり続けるのか、それともダナオス人の、いかに戦意に満ちた者であっても、亡きパトロクロスのために防ぎ戦うのを、私が阻むことになるのかを。
§17.183ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
」こう語ると、彼は大声で叫んでトローイア人たちを呼びかけた。
§17.184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, §17.185ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, §17.186ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
「トローイア人、リュキア人、そして近接戦を戦うダルダニア人たちよ、友よ、男らしくあれ、そして激しい勇猛さを思い出せ、その間に私は、誉れ高きアキレウスの美しい武具を身にまとう。
§17.187καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
私は力強きパトロクロスを打ち殺して、それを奪ったのだ。
§17.188ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ §17.189δηΐου ἐκ πολέμοιο·
」こう語ると、兜きらめくヘクトルは激しい戦闘から去って行った。
θέων δʼ ἐκίχανεν ἑταίρους §17.190ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
そして彼は走り、仲間たちを追いかけ、素早い足で追って、彼らがまだそれほど遠くへ行かないうちに追いついた。
§17.191οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
彼らはペレウスの子の誉れ高い武具を都へと運んでいた。
§17.192στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·
彼は涙多き戦闘から離れて立ち、武具を着替えた。
§17.193ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν §17.194Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε §17.195Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες §17.196πατρὶ φίλῳ ἔπορον·
一方、彼は自分の武具を、戦いを好むトローイア人たちに神聖なイリオスへ持ち帰るよう渡し、他方、天に住まう神々がかつて彼の愛する父に贈った、ペレウスの子アキレウスの不死の武具を身にまとった。
ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε §17.197γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
父は老いた時にそれを我が子に譲り渡したが、その子は父の武具を着たまま老いることはなかった。
§17.198τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς §17.199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, §17.200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
雲を集めるゼウスは、彼が遠く離れたところで神のごときペレウスの子の武具を身に固めているのを見ると、首を振って、自らの心に向かって語りかけた。
§17.201ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
「ああ、哀れな者よ。
§17.202ὃς δή τοι σχεδὸν εἶσι·
お前には死のことなど全く念頭にないのだな、実際それはお前の近くに迫っているというのに。
σὺ δʼ ἄμβροτα τεύχεα δύνεις §17.203ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
お前は、他の者たちも恐れおののく、最も優れた戦士の不死の武具を身にまとっている。

語釈・文法注

  1. 142εἶδος — 「姿かたちにおいて」を意味する限定対格(いわゆる尊敬の対格)。形容詞 ἄριστε (最も優れた者)を修飾し、「姿において最も優れた者」となる。
  2. 153ἀλαλκέμεναι — 動詞 ἔτλης(〜する勇気がある、あえて〜する)の補語となる、アオリスト重複形不定詞(エオリス方言の語尾 -μεναι)。οἱ は「彼(サルペドン)のために、彼から」という利益・不利益(あるいは分離)の与格である。
  3. 156ἐνείη — εἰ γάρ に導かれる接続法ではなく希求法(ἐνείη は ἔνειμι の現在希求法三人称単数)。帰結節の αἶψά κε ... ἐρυσαίμεθα(159行、ἄν+希求法)とともに、現在における実現可能性の低い仮定、あるいは願望を表す条件文を形成している。
  4. 196γηράς — 動詞 γηράσκω(老いる)のアオリスト能動態分詞主格(単数男性形)。「(父ペレウスが)老いて(我が子にそれを譲り渡した)」という意味になる。

この箇所を引用する

ホメロス, イリアス §17.136-17.203. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.136-17.203

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。