§17.204τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, §17.205τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων §17.206εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, §17.207τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι §17.208δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
事实上你杀了他那既温和又强健的同伴,且不合规矩地从他的头部和双肩将铠甲剥夺;然而现在我至少会赐予你伟大的胜利,作为对此的补偿,因为你将无法从战场归来,让安德洛玛刻从你手中接过佩琉斯之子那荣耀的铠甲。
§17.209ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.
克罗诺斯之子说着,用他黑色的浓眉垂首示意。
§17.210Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης §17.211δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς §17.212ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους §17.213βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι §17.214τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
他使铠甲紧贴在赫克托尔的身上,而那可怕的、司战之神阿瑞斯便附了他的体,他的四肢内部充满了英勇与力量;他大声呼喊着,走向那些赫赫有名的盟军;在他们所有人看来,他身披大无畏的佩琉斯之子的铠甲,显得光彩夺目。
§17.215ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι §17.216Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε §17.217Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε §17.218Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· §17.219τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· §17.220κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· §17.221οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων §17.222ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, §17.223ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα §17.224προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.
他逐一走向他们,用言语激励每一个人,梅斯德勒斯、格劳科斯、梅顿、德耳西洛科斯、阿斯泰罗派奥斯、德伊塞诺尔、希波托奥斯、福耳库斯、克罗米奥斯以及占卜师恩诺莫斯;他激励着他们,用飞翼般的言语对他们说道: “听我说,周围邻近盟军的无数部族啊;因为我绝非为了寻求人数或由于匮乏才将你们每一个人从各自的城邦召集至此,而是为了让你们能够真诚地从好战的阿开亚人手中,保卫特洛伊人的妻子与幼小的孩童。
怀着这样的想法,我用礼物和食粮消耗着我的人民,同时增强你们每一个人的士气。
所以现在每个人都应当径直向前,要么灭亡,要么得得救;因为这就是战争的交锋。
§17.229ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης §17.230Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, §17.231ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς §17.232ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
而谁若是能将帕特罗克洛斯,尽管他已经死了,拖到驯马的特洛伊人那里,并且使埃阿斯对他退让,我将分给他一半的战利品,而另一半我自己保留;他的名望将与我本人的一样大。
§17.233ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν §17.234δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς §17.235νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο §17.236νήπιοι·
” 他这样说着,他们便以排山倒海之势径直向达奈人冲去,高举着长枪;他们的内心极度期望着能从忒拉蒙之子埃阿斯那里把尸体拖过来,愚蠢的人啊!
ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.
事实上他将在那具尸体旁夺去他们中许多人的性命。
§17.237καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· §17.238ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ §17.239ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
就在那时,埃阿斯对善于高声呐喊的梅内劳斯说道: “亲爱的朋友,宙斯养育的梅内劳斯啊,我不再期望我们俩能亲自从这场战争中生还。
§17.240οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, §17.241ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς, §17.242ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, §17.243καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει §17.244Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
我倒不是那么担心帕特罗克洛斯的尸体,他很快就会填饱特洛伊人的狗和鸟类的肚子,我更担心我自己的头颅会遭遇不测,还有你的头颅,因为战争的乌云已笼罩了一切,那就是赫克托尔;而于我们而言,险峻的毁灭再次显现。
§17.245ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
来吧,去召集达奈人的英豪们吧,如果有谁能听到的话。
§17.246ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, §17.247ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· §17.248ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §17.249οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ §17.250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος §17.251λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
” 他这样说着,擅长高声呐喊的梅内劳斯并没有违抗,他使使劲呼喊,声音响亮地传到达奈人耳中: “朋友们,阿耳戈斯人的领袖与统治者们,你们在阿特柔斯之子阿伽门农和梅内劳斯身旁饮用公家的美酒,并各自指挥自己的人民;而荣耀与光辉来自宙斯。
但我难以逐一认清各位领袖;因为战火已经如此炽烈地燃烧。
但是让每一个人自己走上前来,在心中感到羞愧吧,倘若让帕特罗克洛斯成为特洛伊恶犬们戏耍的玩具。
§17.256ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· §17.257πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, §17.258τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος §17.259Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
” 他这样说着,俄伊琉斯之子、敏捷的埃阿斯敏锐地听到了;他第一个在战场中奔跑着迎上前来,紧随其后的是伊多墨纽斯,以及伊多墨纽斯的侍从梅里奥内斯,他堪比杀人的战神厄倪阿利奥斯。
§17.260τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, §17.261ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
至于其他人,谁能凭记忆说出他们的名字,在那些随后振奋了阿开亚人战力的所有人中?
§17.262Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
特洛伊人则合力向前冲锋,赫克托尔走在最前面。
§17.263ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο §17.264βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι §17.265ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, §17.266τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν.
如同在一条天降之河的入海口,巨浪顶着激流咆哮,而在两旁,高耸的海岸在海水喷涌时隆隆作响;特洛伊人便伴随着如此巨大的呐喊声前进。
αὐτὰρ Ἀχαιοὶ §17.267ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες §17.268φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι §17.269λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν §17.270χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, §17.271ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
然而,阿开亚人万众一心,守护在墨诺提俄斯之子的周围,用青铜包着的护盾紧密防守;而在他们闪亮的头盔上方,克罗诺斯之子洒下了浓重的大雾,因为他以前也绝不憎恨墨诺提俄斯之子,当他活着并作为埃阿科斯之子的侍从时。