Humanitext Reader

荷马 · 伊利亚特 §16.797-16.867

帕特罗克洛斯阵亡与对赫克托尔的预言

第 151 段,共 226 段 · 希腊语

内容简介

帕特罗克洛斯在阿波罗和欧福尔波斯的夹击下解除武装并受创,最终死于赫克托尔的枪下。临终前,他预言了赫克托尔将被阿基琉斯杀死的命运,随后赫克托尔转身去追赶驾驭阿基琉斯战车的奥托梅冬。

§16.797ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, §16.798ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον §16.799ῥύετʼ Ἀχιλλῆος·
饰有马鬃的头盔被尘土玷污(在以前是不被允许的),它守护着一位如神般的男子的头颅和俊美的额头,即阿基琉斯的头额。
τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν §16.800ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
但那时宙斯却将它赐给赫克托尔,让他戴在头上;而赫克托尔自己的毁灭也已临近。
§16.801πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος §16.802βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων §16.803ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
他手中那杆投射出长长阴影的长枪,全然碎裂,那是沉重、巨大、结实且配有青铜枪头的长枪;而从他的双肩上,饰有流苏的盾牌连同皮带一起滑落到地上。
§16.804λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
而宙斯之子阿波罗主宰放开了他的胸甲。
§16.805τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, §16.806στῆ δὲ ταφών·
迷妄夺去了他的心智,他那光辉的四肢在身下瘫软,他呆立在那里。
ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ §16.807ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ §16.808Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο §16.809ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· §16.810καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων §16.811πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
在他身后,用锐利的枪刺入了他的后背,在双肩之间,那便是潘索斯之子欧福尔波斯,他在同龄人中因擅长枪术、驾车之技和健步如飞而名列前茅;因为确实,哪怕在当时,当他第一次驾着战车前来、开始学习战争的时候,他就已经把二十名壮士击落马下。
§16.812ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ §16.813οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, §16.814ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε §16.815Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
骑士帕特罗克洛斯啊,是他最先向你投掷了武器,但并没有将你征服;他从你身上拔出梣木枪后,便转身跑回,混入人群,他不敢在厮杀中面对帕特罗克洛斯,哪怕后者当时已是赤手空拳。
§16.816Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς §16.817ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
帕特罗克洛斯在神明的重击和长枪的重创下折服,为了躲避死神,他退回到伙伴的人群中。
§16.818Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον §16.819ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, §16.820ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ §16.821νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
赫克托尔一见大义凛然的帕特罗克洛斯在利刃重创下向后退却,便穿过队伍来到他跟前,用长枪刺穿了他,在下腹处,使青铜枪头穿透而过。
§16.822δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
他轰然倒地,使阿开亚民众深陷悲痛之中。
§16.823ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, §16.824ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον §16.825πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· §16.826πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· §16.827ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν §16.828Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, §16.829καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· §16.830Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, §16.831Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας §16.832ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν §16.833νήπιε·
正如狮子在搏斗中压制了一只不知疲倦的野猪,它们在山顶上为了眼前的清泉而心高气傲地厮杀,两个都渴望饮水;狮子用强力服了那大声喘息的野猪;就在帕特罗克洛斯杀死了许多人之后,普里阿摩斯之子赫克托尔同样近距离用枪夺去了墨诺提俄斯这位勇武之子的生命,并对他傲慢地吐出了羽翼般的话语: “帕特罗克洛斯,你大约以为能洗劫我们的城市,剥夺特洛伊妇女的自由之日,用船将她们载往你亲爱的祖国土地,愚蠢的人啊!
τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι §16.834ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς §16.835Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω §16.836ἦμαρ ἀναγκαῖον·
在她们面前,赫克托尔的骏马正迈开飞快的四蹄去战斗;而我自己,在爱好战争的特洛伊人中以枪术闻名,为他们挡开那无法避免的灾难之日。
σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
至于你,秃鹫会在这里将你吞食。
§16.837ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, §16.838ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι· §16.839μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε §16.840νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο §16.841αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
可怜的人啊,即便那杰出的阿基琉斯也未能帮到你,他在后方留守,在你出发时,想必给你交代了许多命令: ‘驾车的帕特罗克洛斯啊,万不可回到我的中空船只旁,除非你先刺破那杀人无数的赫克托尔胸前血染的战袍。
§16.842ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
’ 我料想他曾对你这样说过,而你这愚蠢的人竟信以为真。
§16.843τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· §16.844ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε §16.845νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν §16.846ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
” 你奄奄一息地对他说,骑士帕特罗克洛斯啊: “赫克托尔,现在你尽管大声炫耀吧;因为是克罗诺斯之子宙斯和阿波罗赐予了你胜利,是他们轻而易举地征服了我;因为是神明自己剥去了我肩上的铠甲。
§16.847τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, §16.848πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
倘若有二十个像你这样的人来迎战我,他们都会在当场丧命,被我的长枪挑落。
§16.849ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, §16.850ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
然而,是毁灭性的命运和勒托之子杀死了我,在凡人中则是欧福尔波斯;而你只是第三个夺走我生命的人。
§16.851ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §16.852οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη §16.853ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ §16.854χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
我还要告诉你另一件事,你且记在心头:你自己也活不长久了,死神和强大的命运已经伫立在你的身旁,你注定要死在埃阿科斯那完美无瑕之子阿基琉斯的手中。
§16.855ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· §16.856ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει §16.857ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
” 他刚说完这话,死期便笼罩了他;他的灵魂脱离了躯体,飞向哈得斯的冥界,哀叹着自己的命运,告别了青春与壮年。
§16.858τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· §16.859Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
尽管他已经死去,光荣的赫克托尔仍对他说道: “帕特罗克洛斯,你为何预言我的悲惨灭亡?
§16.860τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο §16.861φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
谁知道那秀发的美丽忒提斯之子阿基琉斯,会不会先被我的长枪击中而丧命呢?
§16.862ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς §16.863εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
” 他这样说着,用脚踩住他,从伤口中拔出青铜长枪,将他推得仰面朝天,脱离了枪身。
§16.864αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει §16.865ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· §16.866ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι §16.867ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
紧接着,他拿着长枪去追赶奥托梅冬—— 足部迅捷的埃阿科斯之子的神一般的手下;因为他急于击杀他;但那骏马将他带离了战场,那是神明赐予佩琉斯的光荣礼物的长生不死的骏马。

词汇与语法注释

  1. §16.797μιαίνεσθαι — 意为“被玷污”的现在时被动不定式。与作为主格主语的 `πύληκα` 共同构成“对格加不定式”结构,承接第796行中的无人称表达 `οὐ θέμις ἦεν`(本是不被允许的)。
  2. §16.811διδασκόμενος πολέμοιο — 中动语态分词 `διδασκόμενος`(学习、接受指导)所指涉的对象由属格 `πολέμοιο` 表示。这是一种表示“关于某事接受指导”的知识或关联属格。
  3. §16.837οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς — 分词 `ἐών`(是,存在)在此具有让步意味,译为“(虽然)是优秀的人”。动词 `χραίσμησεν` 支配与格(此处为 `τοι`,“你”)表示“对……有帮助、解救”。

引用这一段

荷马, 伊利亚特 §16.797-16.867. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.797-16.867

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。