§16.725αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
倘若你设法将他杀死,而阿波罗将荣耀赐予你。
§16.726ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, §16.727Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ §16.728ἵππους ἐς πόλεμον πεπληγέμεν.
神这样说着,便重新回到了凡人的厮杀之中,而光荣的赫克托尔则命令英勇的克布里奥内斯驱赶战马冲入战场。
αὐτὰρ Ἀπόλλων §16.729δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν §16.730ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
至于阿波罗,他走入人群之中,在阿耳戈斯人中间降下可怕的混乱,而将荣耀赐予特洛伊人和赫克托尔。
§16.731Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· §16.732αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
赫克托尔对其他达那奥斯人不予理会,也不去杀戮,却驾着强蹄的战马直奔帕特罗克洛斯而去。
§16.733Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε §16.734σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον §16.735μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, §16.736ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, §16.737οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα §16.738Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο §16.739ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
帕特罗克洛斯也从战车的另一侧跳落到地上,左手握着长枪,另一手抓起一块石头,那是一块有棱角的白色大理石,他的手掌刚好能将其完全握住;他站稳脚跟奋力掷出,没有远离那人,投掷也未曾落空,而是击中了赫克托尔的御手—— 克布里奥内斯,那是赫赫有名的普里阿摩斯的庶子—— 就在他手握缰绳之时,那块锐利的石头正好砸中了他的额头。
§16.740ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν §16.741ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν §16.742αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς §16.743κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
石头砸碎了他的双眉,骨头也未能承受得住,双眼滚落在尘土中,就在他自己的双脚前;他像一个潜水员一样从制作精良的战车上跌落下来,生命离开了他的骸骨。
§16.744τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· §16.745ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
骑士帕特罗克洛斯啊,你带着嘲讽对他说: “啊呀,真是个身手敏捷的人,翻跟头翻得如此轻松!
§16.746εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, §16.747πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν §16.748νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, §16.749ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
倘若他是在鱼群游弋的海洋中,这个人想必能满足许多人,通过寻找牡蛎,即使海浪汹涌,他也依然能从船上跃入海中,正如同他现在在平原上轻松地从战车上翻落下来一样。
§16.750ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
原来特洛伊人中间也有翻跟头的能手!
§16.751ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει §16.752οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων §16.753ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· §16.754ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
” 他这样说罢,便向英雄克布里奥内斯冲去,带着猛狮捕食的势头,那狮子在袭击牛棚时,胸部中箭,它自身的勇猛却断送了生命;帕特罗克洛斯啊,你也是如此勇猛地向克布里奥内斯扑去。
§16.755Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
赫克托尔也从战车的另一侧跳落到地上。
§16.756τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, §16.757ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο §16.758ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· §16.759ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς §16.760Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ §16.761ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
两人为了克布里奥内斯,像两只狮子般展开了争夺,它们在山顶上,为了一只被杀死的母鹿,两只都饥肠辘辘,两只都心高气傲地厮杀在一起;就像为了克布里奥内斯,两位战阵的指挥官—— 墨诺提俄斯之子帕特罗克洛斯与光荣的赫克托尔—— 渴望用无情的青铜切开对方的肌肤。
§16.762Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· §16.763Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι §16.764Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
赫克托尔揪住尸体的头部,绝不松手;帕特罗克洛斯在另一侧拉住尸体的双脚;而其余的特洛伊人和达那奥斯人,也陷入了激烈的混战。
§16.765ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν §16.766οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην §16.767φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, §16.768αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους §16.769ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, §16.770ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες §16.771δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
正如东风与南风互相竞争,在山间的深谷中,为了摇撼茂密的树林,橡树、梣树以及厚皮的山茱萸,它们把尖锐的枝条互相撞击,发出惊天动地的巨响,更有断枝的劈啪声;特洛伊人和阿开亚人也是如此互相猛扑,互相杀戮,谁也不去想那可悲的逃跑。
§16.772πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει §16.773ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, §16.774πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν §16.775μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης §16.776κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
克布里奥内斯的周围插着许多锐利的长枪,还有从弓弦上飞跃而出的带羽箭矢,许多巨大的手投石击碎了在周围搏斗之人的盾牌;而他自己则躺在旋转的尘土中,高大无比地横卧着,遗忘了昔日的驾车技艺。
§16.777ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, §16.778τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός· §16.779ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ, §16.780καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
当太阳还在天空中部运行的时候,双方的箭石武器都在收割生命,凡人成群倒下;但当太阳向解牛的黄昏时分移动时,就在那时,阿开亚人超越了命运的力量,占据了上风。
§16.781ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν §16.782Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο, §16.783Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
他们把英雄克布里奥内斯拉出飞矢的范围,脱离特洛伊人的喧嚣,并从他的肩膀上剥去了铠甲,而帕特罗克洛斯则怀着毁灭特洛伊人的心意猛冲过去。
§16.784τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ §16.785σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
他随后三次冲杀,如同迅捷的战神阿瑞斯,发出可怕的喊声,三次分别斩杀了九名壮士。
§16.786ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §16.787ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· §16.788ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ §16.789δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, §16.790ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· §16.791στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω §16.792χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
但当他第四次像神灵一般冲上前时,帕特罗克洛斯啊,此时你生命的终结显现了;因为在这惨烈的交锋中,可怕的阿波罗向你迎面走来,他是可怖的;而帕特罗克洛斯在混乱中并未察觉他的到来,因为神遮蔽在浓雾之中迎向他;神站在他身后,用摊平的手掌猛击他的后背和宽阔的双肩,他的双眼登时旋转起来。
§16.793τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων· §16.794ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων §16.795αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι §16.796αἵματι καὶ κονίῃσι·
阿波罗从他的头上击落了头盔;它在马蹄下滚动,发出铿锵的金属撞击声,那顶有管状插孔的头盔,其上的羽饰被血和尘土玷污了。
πάρος γε μὲν οὐ θέμις ἦεν
在以前,这本是不被允许的(因为那是保护阿基琉斯头颅的圣物)。