Humanitext Reader

ホメロス · イリアス §16.797-16.867

パトロクロスの戦死とヘクトールへの予言

151 / 226 箇所 · ギリシア語

要旨

アポローンとエウポルボスの手によってパトロクロスは致命的な隙を作られ、最期にヘクトールの槍で討ち果たされる。瀕死のパトロクロスはヘクトールにその死を予言し、ヘクトールはさらにアキレウスの馬車を駆るアウトメドーンを追う。

§16.797ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
馬の毛飾りのある兜が、塵に汚されることは(以前には許されなかった)。
§16.798ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον §16.799ῥύετʼ Ἀχιλλῆος·
むしろ、神のごとき人アキレウスの頭と美しい額をそれは守っていたのだ。
τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
しかしその時、ゼウスはヘクトールに授けられた、自らの頭にそれを被るようにと。
§16.800ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
だが彼の破滅もまた間近に迫っていた。
§16.801πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος §16.802βριθὺ μέγα στιβαρὸν κεκορυθμένον·
彼の手の中で、長い影を投じる槍は、ことごとく砕け散った、それは重く、大きく、頑丈で、青銅の穂先をつけたものだった。
αὐτὰρ ἀπʼ ὤμων §16.803ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
また肩からは房飾りのついた盾が、革帯とともに地へと落ちた。
§16.804λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
そしてゼウスの息子である主アポローンが、彼の胸当てを緩めた。
§16.805τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, §16.806στῆ δὲ ταφών·
目眩が彼の心を捉え、輝かしい四肢は脱力し、彼は呆然として立ち尽くした。
ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ §16.807ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ §16.808Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
背後から、その背中の、両肩の間に、鋭い槍を突き刺した、間近から、ダルダノスの男が、パントオスの子エウポルボスが。
§16.809ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
彼は同世代の若者たちの中で、槍と馬術と、素早い足において秀でていた。
§16.810καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων §16.811πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
実際、その時にも彼は二十人もの男たちを戦車から引きずり下ろしていた、戦車とともに初めて戦いに臨み、戦争の手ほどきを受けていた身でありながら。
§16.812ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
パトロクロスよ、騎士よ、お前に最初に武器を投げつけたのは彼であった。
§16.813οὐδὲ δάμασσʼ·
だがお前を倒しはしなかった。
ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, §16.814ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
彼は再び走り去り、混雑の中に紛れ込んだ、肉体からトネリコの槍を引き抜いた後で。
§16.815Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
そして彼は持ちこたえなかった、たとえパトロクロスが戦いの中で丸腰であったとしても、彼に向き合うことには。
§16.816Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς §16.817ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
パトロクロスは、神の打撃と槍とに打ち負かされ、死を避けようと、再び戦友たちの群れの中へと退いていった。
§16.818Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον §16.819ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, §16.820ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
ヘクトールは、気高きパトロクロスが、鋭い青銅で射抜かれ、後退していくのを見るや、列を分けて彼の間近へと近づき、槍で突き刺した、下腹部を。
§16.821νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
そして青銅の刃を裏まで貫通させた。
§16.822δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
彼はどさりと音を立てて倒れ、アカイアの民を深く悲しませた。
§16.823ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, §16.824ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον §16.825πίδακος ἀμφʼ ὀλίγης·
それはあたかも、獅子が戦いにおいて屈強な野猪を圧倒するかのようであった、山の頂で、二頭がともに高慢に闘い、小さな泉をめぐって。
ἐθέλουσι δὲ πιέμεν ἄμφω·
両者ともそこから水を飲もうと欲しているのだ。
§16.826πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
激しく息を切らす野猪を、獅子は自らの力でねじ伏せる。
§16.827ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν §16.828Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
そのように、多くの者を討ち倒してきたメノイティオスの勇敢な息子から、プリアモスの息子ヘクトールは、間近から槍を突き立ててその命を奪った。
§16.829καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
そして彼に対して勝ち誇り、翼ある言葉をかけた。
§16.830Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, §16.831Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας §16.832ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν §16.833νήπιε·
「パトロクロスよ、お前は我らの都を滅ぼし、トローイアの女たちから自由の日を奪い取って、船に乗せて愛する祖国の地へと連れ去るつもりだと、まさか思っていたのか、愚か者よ。
τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι §16.834ποσσὶν ὀρωρέχαται πολεμίζειν·
彼女たちの前には、ヘクトールの素早い馬たちが戦うために足を伸ばしているのだ。
ἔγχεϊ δʼ αὐτὸς §16.835Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω §16.836ἦμαρ ἀναγκαῖον·
そして私自身、戦いを好むトローイア人の中で槍にかけて秀でており、彼らのために避けることのできない日を防いでいるのだ。
σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
お前はここで禿鷹どもに喰われるがよい。
§16.837ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, §16.838ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι· §16.839μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε §16.840νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο §16.841αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
哀れな男よ、優れたアキレウスもお前を救いはしなかったな、おそらく彼は、留まるお前に、出陣するに際して重ねて命じたのだろう、『馬を駆るパトロクロスよ、男を殺すヘクトールの血塗られた衣を、その胸のあたりで切り裂くまでは、窪んだ船のところへ決して戻ってはならぬ』と。
§16.842ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
おそらく彼はそのようにお前に語り、愚か者のお前の心を説き伏せたのだ。
§16.843τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
」息も絶え絶えになりながら、パトロクロスよ、お前は彼にこう語りかけた、騎士よ。
§16.844ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο·
「ヘクトールよ、今は大いに誇るがよい。
σοὶ γὰρ ἔδωκε §16.845νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
お前に勝利を授けたのは、クロノスの子ゼウスとアポローンなのだから。
§16.846ῥηιδίως·
彼らこそが私を打ち負かしたのだ、容易くな。
αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
神々自らが私の両肩から武具を剥ぎ取ったのだから。
§16.847τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, §16.848πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
もしお前のような男が二十人、私に立ち向かってきたとしても、彼らは皆、私の槍に倒れてその場で果てただろう。
§16.849ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, §16.850ἀνδρῶν δʼ Εὔφορβος·
だが私を滅ぼしたのは、破滅の運命とレトの子(アポローン)、そして人間の中ではエウポルボスだ。
σὺ δέ με τρίτος ἐξεναρίζεις.
お前は三人目として私から武具を剥ぎ取るにすぎない。
§16.851ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
もう一つお前に言っておこう、これをお前の心に留めておくがよい。
§16.852οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
お前自身も長くは生きられまい。
§16.853ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ §16.854χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
すでに死と強大なる運命が、お前の間近に迫っている、アイアコスの非の打ちどころなき裔、アキレウスの手にかかって倒されるという運命が。
§16.855ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
」このように語ると、死の結末が彼を覆った。
§16.856ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει §16.857ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
魂は四肢から飛び去り、ハデスへと赴いた、自らの男らしさと若さを残し、その運命を嘆きつつ。
§16.858τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
輝かしいヘクトールは、死せる彼に対してもこう語りかけた。
§16.859Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
「パトロクロスよ、なぜお前は私に悲惨な死を予言するのか。
§16.860τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο §16.861φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
美しい髪のテティスの子アキレウスが、私の槍に先に貫かれて命を落とさぬと、誰が知ろうか。
§16.862ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς §16.863εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
」そう言って、彼は足で死体を踏みつけ、傷口から青銅の槍を引き抜き、彼を仰向けにして槍から突き放した。
§16.864αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει §16.865ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
そしてすぐさま、槍を手にアウトメドーンを追って去った、足の速いアイアコスの裔(アキレウス)の、神のごとき従者を。
§16.866ἵετο γὰρ βαλέειν·
彼は彼を討とうと熱望していた。
τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
しかし、素早い馬たちが彼を乗せて逃げ去った、不死の馬たちが。
§16.867ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
神々がペーレウスに輝かしい贈り物として与えた馬たちが。

語釈・文法注

  1. §16.797μιαίνεσθαι — 「汚されること」を意味する現在受動態不定詞。直前の 796 行目の非人称表現 `οὐ θέμις ἦεν`(許されなかった)に繋がる対格不定詞構文(主格主語は `πύληκα`)を形成している。
  2. §16.811διδασκόμενος πολέμοιο — 「学ぶ、手ほどきを受ける」を意味する中動態分詞 `διδασκόμενος` の対象が属格 `πολέμοιο` で示されている。これは「〜について教えを受ける」という関与・知識の属格である。
  3. §16.837οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς — 分詞 `ἐών`(存在する、ある)は譲歩的に訳され、「優れた者である(にもかかわらず)」となる。動詞 `χραίσμησεν` は与格(ここでは `τοι`、「お前に」)をとって「〜の役に立つ、〜を救う」の意で用いられる。

この箇所を引用する

ホメロス, イリアス §16.797-16.867. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.797-16.867

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。