Humanitext Reader

荷马 · 伊利亚特 §16.653-16.724

萨尔佩冬遗体的运送与帕特罗克洛斯的追击

第 149 段,共 226 段 · 希腊语

内容简介

宙斯决定让帕特罗克洛斯继续击退特洛伊人,而萨尔佩冬的遗体则由阿波罗送往吕基亚。帕特罗克洛斯无视阿基琉斯的警告继续追击,但在阿波罗的干预下被阻挡在特洛伊城墙前。

§16.653ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος §16.654ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν §16.655ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
佩琉斯之子阿基琉斯的英勇侍从,能再次将特洛伊人和戴着青铜头盔的赫克托尔赶回城里,并夺去许多人的生命(这在他看来是更好的选择)。
§16.656Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· §16.657ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους §16.658Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
他首先在赫克托尔心中注入了怯懦;赫克托尔登上战车,转身逃跑,并呼喊其他特洛伊人逃跑,因为他认出了宙斯神圣的天平(倾斜)。
§16.659ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν §16.660πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ §16.661κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ §16.662κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
那时,连勇猛的吕基亚人也没有留下来,而是全部惊慌逃散,因为他们看到自己的国王心脏受创,躺在尸体堆中;因为当克罗诺斯之子拉紧残酷的争斗时,许多人倒在他的身上。
§16.663οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο §16.664χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας §16.665δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
他们从萨尔佩冬的双肩上剥下闪闪发光的青铜铠甲,墨诺提俄斯英勇的儿子将它们交给同伴,运往空心的船只。
§16.666καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· §16.667εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον §16.668ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα §16.669πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι §16.670χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· §16.671πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι §16.672ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα §16.673θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
这时,聚云的宙斯对阿波罗说: “去吧,亲爱的福玻斯,现在去把萨尔佩冬从箭雨中带出来,洗净他身上的黑血,然后将他带到远方,在河水里沐浴,涂上神圣的香膏,给他穿上不朽的衣裳;并派敏捷的护送者,双胞胎兄弟睡神和死神,将他带走,他们会迅速将他安置在辽阔富庶的吕基亚国土上。
§16.674ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε §16.675τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
在那里,他的兄弟和亲属们将为他建造坟墓和石碑,予以厚葬;因为这是死者应得的荣光。
§16.676ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
” 他这样说,阿波罗没有违抗父亲的话。
§16.677βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, §16.678αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας §16.679πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι §16.680χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· §16.681πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, §16.682ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα §16.683κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
他从伊达山脉下来,走向惨烈的战场,立刻将高贵的萨尔佩冬从箭雨中抱起,带到远方,在河水里沐浴,涂上神圣的香膏,给他穿上不朽的衣裳;并派敏捷的护送者,双胞胎兄弟睡神和死神,将他带走,他们迅速将他安置在辽阔富庶的吕基亚国土上。
§16.684Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας §16.685Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη §16.686νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν §16.687ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
但帕特罗克洛斯命令他的马匹和奥托梅冬,追击特洛伊人和吕基亚人,他被彻底蒙蔽了心智,这个愚蠢的人啊;如果他遵守了佩琉斯之子的嘱托,他本可以逃脱黑死病的悲惨命运。
§16.688ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· §16.689ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην §16.690ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· §16.691ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
然而,宙斯的意愿总是比人类的意愿更强大;他甚至能让勇猛的人逃跑,轻易地夺走胜利,即使是他自己曾促使那人去战斗;正是他在那时将斗志注入了帕特罗克洛斯的胸膛。
§16.692ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας §16.693Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
帕特罗克洛斯啊,当神明召唤你走向死亡时,你最先杀死了谁,最后又杀死了谁?
§16.694Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον §16.695καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, §16.696αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· §16.697τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
首先是阿德拉斯托斯、奥托诺俄斯和埃克克洛斯,以及梅加斯之子佩里莫斯、埃皮斯托尔和梅拉尼波斯,接着是埃拉索斯、穆利俄斯和庇拉尔特斯;他杀死了这些人;而其他的人,每个人都只想逃跑。
§16.698ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν §16.699Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, §16.700εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου §16.701ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
那时,阿开亚人的子孙本可以夺取城门高耸的特洛伊,在帕特罗克洛斯的手下,因为他手持长枪在四周疯狂厮杀,如果不是福玻斯·阿波罗站在建造坚固的塔楼上,图谋毁灭他,并帮助特洛伊人。
§16.702τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο §16.703Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων §16.704χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
帕特罗克洛斯三次试图登上高大城墙的角落,而阿波罗用他不死的手推开闪亮的盾牌,三次将他击退。
§16.705ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §16.706δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· §16.707χάζεο διογενὲς Πατρόκλεες·
但当他第四次像神明一样冲上去时,阿波罗发出可怕的呼喊,对他说出长了翅膀的话语: “退后,神圣的帕特罗克洛斯!
οὔ νύ τοι αἶσα §16.708σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, §16.709οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
在你的长枪下毁灭傲慢的特洛伊人的城市,并非你的命运,甚至连比你强大得多的阿基琉斯也无法做到。
§16.710ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω §16.711μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
” 他这样说,帕特罗克洛斯便向后退了许多,以避开远射之神阿波罗的愤怒。
§16.712Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· §16.713δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, §16.714ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
而赫克托尔在斯开亚门旁勒住他那单蹄的骏马;他正在犹豫,是应该再次驾车冲入乱军中战斗,还是呼喊士兵们聚集到城墙内。
§16.715ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων §16.716ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε §16.717Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο §16.718αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, §16.719ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· §16.720τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· §16.721Ἕκτορ τίπτε μάχης ἀποπαύεαι;
正当他这样思索时,福玻斯·阿波罗站在他的身旁,化身为一个年轻强壮的男子,即阿西俄斯,他是驯马者赫克托尔的舅父,赫卡柏的亲兄弟,迪马斯的儿子,居住在弗里吉亚,桑加里俄斯河畔;宙斯之子阿波罗化作他的模样,对他说道: “赫克托尔,你为何停止战斗?
οὐδέ τί σε χρή.
你不该如此。
§16.722αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην· §16.723τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
但愿我比你强大的程度,就像我实际上比你弱小一样;那样你很快就会因悲惨地退出战斗而受害。
§16.724ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
来吧,驾驭你那强蹄的骏马去迎击帕特罗克洛斯。 ”

词汇与语法注释

  1. 16.653ὄφρʼ ἠῢς θεράπων... ὤσαιτο — 引导带有祈愿语气(或虚拟语气)`ὤσαιτο`(及 `ἕλοιτο`)的 `ὄφρα` 从句,承接前句的 `δοάσσατο`(在他看来……是更好的),具体说明宙斯所决定的计划内容,起目的或结果从句的作用。
  2. 16.686εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε — 虚拟语气条件句,表示与过去事实相反的假设。条件从句为 `εἰ` 结合直陈式过去时(`φύλαξεν`),主句为 `ἄν` 结合直陈式过去时(`ὑπέκφυγε`),强调了帕特罗克洛斯未遵守阿基琉斯警告的悲剧性事实。
  3. 16.722αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην — 由 `αἴθε` 结合祈愿式(`εἴην`)表示的、无法实现的现在愿望。其对比结构(“但愿我比你强大的程度,正如同我实际上比你弱小的程度一样”)在表明阿西奥斯(阿波罗化身)实际上弱于赫克托尔的同时,夸张地表达了这一愿望的强烈。

引用这一段

荷马, 伊利亚特 §16.653-16.724. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.653-16.724

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。