就这样,驱马的帕特罗克洛斯啊,你径直向着吕基亚人和特洛伊人冲了过去,你的心因同伴的牺牲而愤怒。
§16.586καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν §16.587αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
他用石块砸中了伊泰梅内斯心爱的儿子斯塞内劳斯的颈部,砸断了他的筋腱。
§16.588χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
前排的战士们和光荣的赫克托尔纷纷后退。
§16.589ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, §16.590ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ §16.591ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, §16.592τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
犹如一杆长标枪投掷出去的距离,那是人们在竞技中为了比试力量,或是在战争中面对夺人性命的敌人的紧逼而投出的距离,特洛伊人便退后了那么远,而阿开亚人则将他们推了回去。
§16.593Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων §16.594ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον §16.595Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων §16.596ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
此时,吕基亚持盾战士的领袖格劳科斯最先转身击杀了宽宏的巴叙克勒斯,他是查尔孔心爱的儿子,在希腊安家居住,在财富和资产上都冠绝密耳弥冬人。
§16.597τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ §16.598στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· §16.599δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, §16.600ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, §16.601στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ §16.602ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
格劳科斯用长枪刺中了该人的胸膛中部,那是在他追赶并即将追上格劳科斯时,后者突然转过身来;他轰然倒地;阿开亚人陷入了极大的悲痛之中,因为一个如此优秀的战士倒下了;特洛伊人则欣喜异常,纷纷围拢并站在他的尸体周围;而阿开亚人也没有忘记自己的勇武,而是直向对方宣泄他们的战斗锐气。
§16.603ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν §16.604Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς §16.605Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
随后,梅里奥内斯又斩杀了一名顶盔戴甲的特洛伊战士,即奥内托尔的勇敢儿子拉奥戈诺斯,他是伊代斯宙斯的祭司,深受民众像敬神一般敬重。
§16.606τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς §16.607ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
梅里奥内斯击中了该人的下颌与耳朵之间;他的灵魂迅速离开了肢体,可憎的黑暗将他吞噬。
埃涅阿斯随随即他的青铜枪掷向梅里奥内斯;因为他期望能在后者于盾牌掩护下前行时将其击中。
§16.610ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· §16.611πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν §16.612οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη §16.613ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
但是,梅里奥内斯正面盯住来枪,避开了青铜枪;因为他向前弯下了腰,那杆长枪从他身后牢牢地扎入土中,枪柄底端的铁箍在微微颤动;战神阿瑞斯随即在彼处消解了那长枪的力量。
§16.614αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης §16.615ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
埃涅阿斯的长枪枪头在地上震颤着,力量渐消,因为它从他强健的手中白白飞掷了出去。
§16.616Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε· §16.617Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα §16.618ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
埃涅阿斯在心中动怒,大声喊道: “梅里奥内斯,尽管你是个出色的舞者,只要我的枪击中了你,它也早已永远让你停下来了。
§16.619τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· §16.620Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα §16.621πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα §16.622ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
” 著名的枪客梅里奥内斯则反唇相讥,对他说道: “埃涅阿斯,尽管你实力强横,但你想平息所有敢于迎面抵抗你的男子的锐气,也非易事;因为你其实也是个肉体凡胎之躯。
§16.623εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, §16.624αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς §16.625εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
如果我也用锋利的青铜枪刺中你的要害,哪怕你再强壮、再自信于自己的双手,你也会立刻将荣耀双手奉献给我,并将你的灵魂交给那拥有名马的哈得斯。
§16.626ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός· §16.627Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
” 他这样说着,墨诺提俄斯勇猛的儿子便严厉地责备他: “梅里奥内斯,你明明是个英勇的战士,为何要说这些废话?
朋友啊,特洛伊人绝对不会因为你的羞辱性词句就从遗体旁退开;在此之前,大地会先埋葬他们中的一些人。
§16.630ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ· §16.631τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
因为战争的结局取决于双手,而语言则属于议事;因此你不应该一味多费口舌,而应当全力战斗。
§16.632ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
” 说完,他便带头向前,而那神一般的男子也紧随其后。
§16.633τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει §16.634οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή, §16.635ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης §16.636χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων, §16.637νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
犹如砍柴人在山谷深处伐木时激起并传向远处的隆隆声响一样,他们的喧嚣声也从那条条大路延伸的土地上冲天而起,那是青铜、皮革以及制作精良的牛皮盾牌,在他们用利剑和双刃枪互相刺杀时发出的撞击声。
§16.638οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον §16.639ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν §16.640ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
哪怕是眼光最为敏锐的人,也已无法认出高贵的萨尔佩冬了,因为他从头顶直到脚趾,已经被飞矢、鲜血和尘土完完全全地包裹住了。
§16.641οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι §16.642σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας §16.643ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
战士们在遗体周围不断地云集,就像在春天的季节里,牛奶弄湿了容器、木桶里盛满乳汁之时,苍蝇在牧场牛棚内那些满溢着奶汁的桶边嗡嗡作响一般。
§16.644ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς §16.645τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, §16.646ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, §16.647πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, §16.648ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ §16.649αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ §16.650χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, §16.651ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
他们便这样云集在遗体身旁;而宙斯也未尝将他那双闪耀的神目移开这惨烈的战场,而是始终注视着他们,并在心中反复思量,极其深重地盘算着关于帕特罗克洛斯的阵亡之事:是要让他立刻在这场恶战中,在神圣的萨尔佩冬的遗体上,由光荣的赫克托尔用青铜枪击杀,并剥去他肩膀上的铠甲,还是应当继续给更多的人增加那艰难惨烈的苦战。
§16.652ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
在他这样思虑之时,觉得这样做更为有利: