Humanitext Reader

ホメロス · イリアス §16.653-16.724

サルペードーンの搬送とパトロクロスの猛追

149 / 226 箇所 · ギリシア語

要旨

ゼウスはパトロクロスにトローイア軍をさらに押し戻させることを決定し、サルペードーンの遺体はアポローンによってリュキアへと運ばれる。パトロクロスはアキレウスの警告を無視して追撃を続け、アポローンの介入によりトローイア城壁の前で阻まれる。

§16.653ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος §16.654ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν §16.655ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
ペーレウスの子アキレウスの優れた従者が、再びトローイア人と青銅の兜を戴くヘクトールを都市へと押し戻し、多くの者たちから命を奪うこと(が、彼にとってより有益であると思われた)。
§16.656Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
彼はまず何よりもヘクトールに臆病な心を吹き込んだ。
§16.657ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους §16.658Τρῶας φευγέμεναι·
彼は戦車に飛び乗って逃走へと身を転じ、他のトローイア人たちにも逃げるよう叫んだ。
γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
ゼウスの聖なる天秤(の傾き)を悟ったからである。
§16.659ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
その時、勇猛なリュキア人たちも留まらず、全員が逃げ惑った。
§16.660πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ §16.661κείμενον ἐν νεκύων ἀγύρει·
彼らの王が心臓を傷つけられ、死体の山の中に横たわっているのを見たからである。
πολέες γὰρ ἐπʼ αὐτῷ §16.662κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
クロノスの子が激しい争いを引き伸ばしたときに、多くの者が彼の上に倒れ伏したのである。
§16.663οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο §16.664χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
彼らはサルペードーンの両肩から、青銅の光り輝く武具を剥ぎ取った。
§16.665δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
それを空洞の船へと運ぶよう、メノイティオスの勇猛な息子は戦友たちに与えた。
§16.666καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
そしてその時、雲を集めるゼウスはアポローンに語りかけた。
§16.667εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον §16.668ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
「さあ、愛するポイボスよ、行ってサルペードーンを矢の届く戦場から連れ出し、黒い血を洗い清めよ。
§16.669πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι §16.670χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
そして彼を遠く離れた場所へ運び、河の流れで洗い、アムブロシアーを塗り、不朽の衣をまとわせよ。
§16.671πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι §16.672ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
そして、速やかな護送者である双子の兄弟、眠りと死に彼を託して運ばせよ。
§16.673θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
彼らはただちに彼を、広いリュキアの豊かな国へと置くであろう。
§16.674ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε §16.675τύμβῳ τε στήλῃ τε·
そこでは彼の兄弟たちや親族たちが、墓と碑を建てて手厚く葬るであろう。
τὸ γὰρ γέρας ἐστὶ θανόντων.
それが死者への名誉であるからだ。
§16.676ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
」そう語ると、アポローンは父の言葉に背かなかった。
§16.677βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, §16.678αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας §16.679πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι §16.680χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·
彼はイーデーの山々を下って凄惨な戦場へと向かい、ただちに高貴なサルペードーンを戦場から抱き上げ、遠く離れた場所へ運んで河の流れで洗い、アムブロシアーを塗り、不朽の衣をまとわせた。
§16.681πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, §16.682ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα §16.683κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
そして、速やかな護送者である双子の兄弟、眠りと死に彼を託して運ばせ、彼らはただちに彼を、広いリュキアの豊かな国へと横たえた。
§16.684Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας §16.685Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη §16.686νήπιος·
パトロクロスは馬たちとアウトメドーンに命じて、トローイア人とリュキア人を追撃したが、大いに惑わされた、愚か者よ。
εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν §16.687ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
もし彼がペーレウスの子の言葉を守っていたなら、黒い死の悪しき運命を免れていただろうに。
§16.688ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
しかし、ゼウスの御心は常に人間の心よりも強い。
§16.689ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην §16.690ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
彼は勇猛な男をも敗走させ、たやすく勝利を奪い去る、彼自身が戦うよう駆り立てることもあるのだが。
§16.691ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
彼がその時もパトロクロスの胸の中に闘志を呼び起こしたのだ。
§16.692ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας §16.693Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
パトロクロスよ、神々がまさにお前を死へと召し出したその時、お前は誰を最初に、誰を最後に討ち倒したのか。
§16.694Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον §16.695καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, §16.696αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
まずはアドレーストス、アウトノオス、エケクロス、メガスの息子ペリモス、エピストール、メラニッポス、さらにはエラソス、ムーリオス、そしてピュラルテース。
§16.697τοὺς ἕλεν·
彼はこれらを討ち取った。
οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
他の者たちはそれぞれ逃走することだけを考えていた。
§16.698ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν §16.699Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
その時、アカイアの子らは、そびえ立つ門のあるトローイアを占領したであろう、パトロクロスの手によって。
§16.700εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου §16.701ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
彼は槍を手に他を圧倒して狂い荒れていたからだ、もしポイボス・アポローンが、頑強に築かれた塔の上に立ちふさがらず、彼に対して破滅を企て、トローイア人を助けなかったならば。
§16.702τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο §16.703Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων §16.704χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
パトロクロスは高い城壁の隅へと三度登ろうとし、アポローンは不死の手で光り輝く盾を突き押し、三度彼を突き戻した。
§16.705ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §16.706δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
しかし彼が四度目、神の如く襲いかかった時、(アポローンは)恐ろしく叫んで、翼ある言葉をかけた。
§16.707χάζεο διογενὲς Πατρόκλεες·
「退け、神に生まれしパトロクロスよ。
οὔ νύ τοι αἶσα §16.708σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
お前の槍によって誇り高きトローイア人の都市が滅ぼされるのは、お前の定めではない。
§16.709οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
お前よりはるかに優れたアキレウスによってさえも(それは叶わぬ)。
§16.710ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω §16.711μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
」そう言うと、パトロクロスは遠矢を射るアポローンの怒りを避けて、大きく後退した。
§16.712Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
ヘクトールはスカイア門のところで単蹄の馬たちを留めていた。
§16.713δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, §16.714ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
彼は、再び乱戦の中に(馬を)駆って戦うべきか、それとも兵たちに城壁の中に集まるよう叫ぶべきかと思案していた。
§16.715ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
彼がこのように思案していると、ポイボス・アポローンが彼の傍らに立った。
§16.716ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
若く強壮な男、アシオスに姿を変えて。
§16.717Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο §16.718αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, §16.719ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
彼は馬を馴らすヘクトールの伯父であり、ヘカベーの実の兄弟、ドュマースの息子であって、サッガリオス河の流れのほとりのプリュギアーに住んでいた。
§16.720τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
ゼウスの息子アポローンは、彼の姿になって語りかけた。
§16.721Ἕκτορ τίπτε μάχης ἀποπαύεαι;
「ヘクトールよ、なぜ戦いをやめるのか。
οὐδέ τί σε χρή.
お前にそのようなことはあってはならない。
§16.722αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
私がお前より劣っている分だけ、お前より強かったならば。
§16.723τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
そうすれば、お前はただちに惨めに戦いから退くことになるだろう。
§16.724ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
さあ、頑強な蹄を持つ馬たちをパトロクロスに向けて駆り立てよ。 」

語釈・文法注

  1. 16.653ὄφρʼ ἠῢς θεράπων... ὤσαιτο — 接続法 `ὤσαιτο`(および `ἕλοιτο`)を伴う `ὄφρα` 節。前文の `ὧδε δέ οἱ φρονέοντι δοάσσατο`(このように考えている彼には…と思われた)を受けて、ゼウスが「より良い」と判断した計画の内容を具体的に説明する目的・結果節として機能している。
  2. 16.686εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε — 過去の事実に反する仮定を表す条件文(反実仮想)。条件節が `εἰ` +直説法過去(`φύλαξεν`)、帰結節が `ἄν` +直説法過去(`ὑπέκφυγε`)の形をとる。パトロクロスがアキレウスの警告(深追いするなという命令)を守らなかった事実を強調している。
  3. 16.722αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην — `αἴθε` +希求法(`εἴην`)による実現不可能な現在の願望。「私がお前より劣っているのと同じくらい、お前より強ければよいのに」という対比構造により、実際にはアシオス(アポローンの化身)がヘクトールより弱い立場であることを示しつつ、願望の強さを誇張している。

この箇所を引用する

ホメロス, イリアス §16.653-16.724. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.653-16.724

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。