Humanitext Reader

荷马 · 伊利亚特 §16.511-16.583

格劳科斯痊愈与争夺萨尔佩冬遗体之战

第 147 段,共 226 段 · 希腊语

内容简介

阿波罗治愈了格劳科斯的伤口,格劳科斯随即鼓舞赫克托尔及盟军夺回萨尔佩冬的尸体;两军激烈交锋,赫克托尔击杀了埃培格斯。

§16.511ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ §16.512τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
那正是特乌克罗斯趁他向城墙冲锋时,用箭射中的伤口,在高耸的城墙上,为同伴们阻挡毁灭。
§16.513εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· §16.514κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ §16.515εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν §16.516ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
他随即祈祷,对远射之神阿波罗说道: “听我祈求吧,王啊,无论您是在吕基亚富庶的土地上,还是在特洛伊;因为您在任何地方都能听见处于痛苦中的人,就像现在痛苦降临于我一样。
§16.517ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ §16.518ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα §16.519τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ· §16.520ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι §16.521ἐλθὼν δυσμενέεσσιν.
因为我确实带着这可怕的伤口,我的手臂在四面八方遭受着剧烈的疼痛,血也无法干涸,肩膀因它而感到沉重;我无法紧握长枪,也无法前去与敌人战斗。
ἀνὴρ δʼ ὤριστος ὄλωλε §16.522Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
而最优秀的人已经牺牲了,萨尔佩冬,宙斯的儿子;但他却连自己的孩子也不保护。
§16.523ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, §16.524κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι §16.525κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, §16.526αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
但是您,王啊,请为我治愈这可怕的伤口,抚平我的痛苦,赐予我力量,以便我能呼唤吕基亚的同伴,鼓舞他们去战斗,并且我自己也能在死去的遗体周围战斗。
§16.527ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
” 他这样祈祷着,福玻斯·阿波罗听见了他的呼求。
§16.528αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο §16.529αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
祂立刻止住了疼痛,并从那痛苦的伤口中烘干了黑血,将力量注入他的心中。
§16.530Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε §16.531ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
格劳科斯心中感知到了这一切并感到欣喜,因为伟大的神明迅速听见了他祈祷的声音。
§16.532πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας §16.533πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· §16.534αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων §16.535Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, §16.536βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, §16.537ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §16.538Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, §16.539οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης §16.540θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
首先,他奔走各处去催促吕基亚的领袖们为保护萨尔佩冬而战;此后,他大步走向特洛伊人中,前往潘托奥斯之子普里达马斯和高贵的阿根诺尔那里,随后又走向埃涅阿斯和披挂青铜甲的赫克托尔,站在近前,对他们说出了羽翼般的言语: “赫克托尔,现在你确实把你的盟友们彻底忘记了,他们为了你,远离了亲人和故土,正在消耗着他们的生命;你却不想去救援他们。
§16.541κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, §16.542ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· §16.543τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
萨尔佩冬倒下了,他是吕基亚持盾战士的领袖,他曾用他的正义与力量守护吕基亚;青铜的阿瑞斯已用帕特罗克洛斯的长枪将他击倒。
§16.544ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, §16.545μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν §16.546Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, §16.547τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
但是,朋友们,请站在他身旁,在心中愤怒吧,免得密耳弥冬人剥去他的铠甲并羞辱遗体,他们是在为所有死去的达那奥斯人而愤怒,那些我们在急驰的战船旁用长枪击杀的人。
§16.548ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος §16.549ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος §16.550ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ §16.551λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
” 他这样说完,悲痛从头到脚笼罩了特洛伊人,无法抑制,难以消除,因为他虽是异乡人,却是他们城池的支柱;许多军队跟随他前来,而他自己更是其中的佼佼战士。
§16.552βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν §16.553Ἕκτωρ χωόμενος Σαρπηδόνος.
他们极其渴望地直冲向达那奥斯人;赫克托尔率领着他们,为萨尔佩冬感到愤怒。
αὐτὰρ Ἀχαιοὺς §16.554ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· §16.555Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· §16.556Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, §16.557οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
而阿开亚人则被墨诺提俄斯之子帕特罗克洛斯那勇猛的心所鼓舞;他首先向同样渴望战斗的大、小埃阿斯说道: “埃阿斯们,现在愿你们以御敌为乐,就像你们以前在战士们中间那样,甚至更加勇敢。
§16.558κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν §16.559Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, §16.560τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων §16.561αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
那个首先跃上阿开亚人城墙的人倒下了,就是萨尔佩冬;但如果我们能夺下他并羞辱他,剥去他肩膀上的铠甲,并用无情的青铜击败他身边那些护卫他的同伴,那该多好!
§16.562ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
” 他这样说完,他们自己也渴望能击退敌人。
§16.563οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας §16.564Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, §16.565σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι §16.566δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
当双方都增强了各自的方阵,特洛伊人和吕基亚人,以及密耳弥冬人和阿开亚人,他们在死去的遗体周围碰撞交战,发出可怕的喊杀声;战士们的铠甲也发出震天的轰鸣。
§16.567Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, §16.568ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
宙斯在激烈的战斗上空拉开了一道毁灭之夜,为使围绕他心爱儿子的战斗劳动变得更加惨烈。
§16.569ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· §16.570βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν §16.571υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, §16.572ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε §16.573τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας §16.574ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· §16.575οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι §16.576Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
特洛伊人首先击退了明眸的阿开亚人;因为在密耳弥冬人中,绝非最弱的一名战士被击中了,他是高贵阿加克勒斯之子,著名的埃培格斯,他先前统治着人口繁盛的布德翁;但在当时,因为杀死了他优秀的堂兄,他以乞怜者的身份逃到了佩雷乌斯和银足忒提斯那里;他们派遣他追随破敌的阿喀琉斯,到了产骏马的伊利翁,以便与特洛伊人作战。
§16.577τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ §16.578χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη §16.579ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ §16.580κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
当时正当他触及遗体时,光荣的赫克托尔用一块石头砸中了他的头部;头部完全裂为两半在他厚重的头盔里;他随之向前扑倒在遗体上,夺去灵魂的死亡笼罩了他的周围。
§16.581Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, §16.582ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς §16.583ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
帕特罗克洛斯因同伴的阵亡而陷入极大的悲痛,他像一只迅捷的猎鹰一样冲入前线战士之中,这种猎鹰能使寒鸦和椋鸟惊恐四散。

词汇与语法注释

  1. §16.511ἕλκος — 此名词作为同位语,用以具体说明上一分节末尾(第510行)提到的格劳科斯手臂上的伤口。
  2. §16.538λελασμένος εἰς — 动词 λανθάνω 的完成时中被动分词,意为“彻底忘记”,其支配的属格客体(此处为“盟军”ἐπικούρων)通过介词 εἰς 引入。
  3. §16.556σφῶϊν ἀμύνεσθαι φίλον ἔστω — 双数与格代词 σφῶϊν(“对你们二人”)依附于作主语的不定式 ἀμύνεσθαι(“防守”),而该不定式又取决于非人称表达 φίλον ἔστω(“愿成为所喜爱的”)。

引用这一段

荷马, 伊利亚特 §16.511-16.583. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.511-16.583

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。