Humanitext Reader

ホメロス · イリアス §16.584-16.652

サルペードーンの遺体を巡る混戦とゼウスの思案

148 / 226 箇所 · ギリシア語

要旨

パトロクロス率いるアカイア軍とトローイア・リュキア連合軍は、互いに名だたる戦士を討ち合いながら激しく衝突する。ゼウスは無残に汚れ果てたサルペードーンの遺体を取り巻く凄惨な乱戦を見守りながら、パトロクロスの運命を思案する。

§16.584ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
そのように、馬を駆るパトロクロスよ、お前はリュキア人とトローイア人に向かって真っ直ぐ突き進んだ。
§16.585ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
お前の心は戦友の死に憤っていた。
§16.586καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν §16.587αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
そして彼はイタイメネースの愛する息子ステネラオスの首を石で撃ち、その腱を断ち切った。
§16.588χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
先頭の戦士たちと輝かしいヘクトールは後退した。
§16.589ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, §16.590ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ §16.591ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, §16.592τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
長い投げ槍を投げたときの飛距離が、男が競技において、あるいは命を奪う敵軍との戦いにおいて投げるほどのものであるが、トローイア人はそれだけの距離を後退し、アカイア人は彼らを押し戻した。
§16.593Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων §16.594ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
しかし、リュキアの盾持ちたちの指導者グラウコスが最初に身を転じ、気高きバテュクレースを殺した。
§16.595Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων §16.596ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
彼はハルコンの愛する息子であり、ヘラスに邸宅を構えて住み、繁栄と富においてミュルミドーン人の中で傑出していた。
§16.597τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ §16.598στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
グラウコスは、彼(バテュクレース)の胸の真ん中を槍で突いた、追撃してきた彼が自分に追いつきそうになったとき、突然身を翻して。
§16.599δούπησεν δὲ πεσών·
彼は倒れて重い音を立てた。
πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, §16.600ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ·
アカイア人には激しい悲痛が襲った、優れた男が倒れたために。
μέγα δὲ Τρῶες κεχάροντο, §16.601στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες·
一方、トローイア人は大いに喜び、彼の周囲に群がって立ちふさがった。
οὐδʼ ἄρʼ Ἀχαιοὶ §16.602ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
しかしアカイア人も闘志を忘れず、敵に向かってまっすぐ力を注いだ。
§16.603ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν §16.604Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
そこで今度はメリオネースが、トローイア人の兜を戴く戦士、オネトールの勇敢な息子ラーオゴノスを討ち取った。
§16.605Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
彼はイーダイオスのゼウスの神官であり、民からは神のように敬われていた。
§16.606τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος·
彼(メリオネース)は顎の下と耳の間を撃った。
ὦκα δὲ θυμὸς §16.607ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
ただちに命は四肢から去り、忌わしい暗闇が彼を捉えた。
§16.608Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
アイネイアースはメリオネースに向けて青銅の槍を放った。
§16.609ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
彼が盾に身を隠しながら前進するのを見て、当てられると期待したからである。
§16.610ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
しかし、彼(メリオネース)は正面を見据えて青銅の槍を避けた。
§16.611πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν §16.612οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
前方に身をかがめたので、長い槍は彼の背後の地面に突き刺さり、槍の端の石突きが震えた。
§16.613ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
その後、強大なるアレースがその威力をそこに消し去らせた。
§16.614αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
アイネイアースの槍の先は、地面で揺れ動きながら静まり返った。
§16.615ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
頑強な手から虚しく飛び去ったからである。
§16.616Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
アイネイアースは心の中で怒り、声をかけて言った。
§16.617Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα §16.618ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
「メリオネースよ、お前がどれほど優れた舞踏手であろうとも、もし私の槍がお前を貫いていれば、永久に静めていただろうに。
§16.619τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
」これに対し、槍で名高いメリオネースが答えて言った。
§16.620Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα §16.621πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα §16.622ἔλθῃ ἀμυνόμενος·
「アイネイアースよ、お前がどれほど頑強であっても、お前に立ち向かって防ごうとするすべての男たちの力を消し去ることは困難だ。
θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
なぜなら、お前自身もまた死を免れない定めの者だからだ。
§16.623εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, §16.624αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς §16.625εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
もし私もお前を狙って、その鋭い青銅で胴の真ん中を撃つならば、お前がどれほど強く、自らの手を信じていようとも、ただちに私に栄光を、名馬で名高いハデスに魂を差し出すことになるだろう。
§16.626ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
」そう語ると、メノイティオスの勇猛な息子が彼を叱責した。
§16.627Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
「メリオネースよ、お前は優れた男であるのに、なぜそのようなことを語るのか。
§16.628ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι §16.629νεκροῦ χωρήσουσι·
友よ、トローイア人たちは非難の言葉などでは遺体から退きはしない。
πάρος τινὰ γαῖα καθέξει.
その前に誰かが大地に抱かれることになるのだ。
§16.630ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
なぜなら、戦いの決着は手の中にあり、言葉の決着は評議会にあるからだ。
§16.631τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
それゆえ、言葉を重ねる必要はなく、戦うべきなのだ。
§16.632ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
」こう言って彼は先導し、神に等しい男もそれに従った。
§16.633τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει §16.634οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή, §16.635ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
山の谷間で、木を伐る男たちが立てる騒音が遠くまで響き渡るように、広い道のある大地から彼らの響きが湧き上がった。
§16.636χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων, §16.637νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
それは青銅や革、よく整えられた牛皮の盾を、剣や両刃の槍で突き刺し合う響きであった。
§16.638οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
もはやいかに聡明な男であっても、気高きサルペードーンを見分けることはできなかった。
§16.639ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν §16.640ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
頭からつま先まで、矢や血や埃にすっかり覆われていたからである。
§16.641οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
彼らは絶えず遺体の周りに群がった。
§16.642σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας §16.643ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
それはまるで、春の季節、乳が容器を濡らす頃、家畜小屋の周りで、なまなみと満ちた乳桶の周りを蠅がぶんぶんと羽音を立てて群がるかのようであった。
§16.644ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
そのように彼らは遺体の周りに群がった。
§16.645τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, §16.646ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
ゼウスは激しい戦場から決してその輝く目をそらさず、彼らを絶えず見つめて、心の中で熟考していた。
§16.647πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, §16.648ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ §16.649αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ §16.650χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, §16.651ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
パトロクロスの死について深く思い巡らしながら、この激しい戦いの中で、彼をもまた神のごときサルペードーンの遺体の上で、輝かしいヘクトールが青銅の武器で討ち、両肩から武具を剥ぎ取るべきか、それともまださらに多くの者たちに過酷な苦闘をもたらすべきか。
§16.652ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
このように考えている彼にとって、次のことがより有益であると思われた。

語釈・文法注

  1. §16.609ὑπασπίδια προβιβῶντος — 現在分詞属格 προβιβῶντος は、直前の与格の固有名詞 Μηριόνῃ(メリオネース)に係っている。構文的には、彼が「盾の下に隠れて(中性複数対格の副詞的用法 ὑπασπίδια)」前進していたところをアイネイアースが狙ったという状況を示す。ここでは与格に一致せず属格になっているが、これは先行詞の動作を表す属格絶対構文(主語の大名詞が省略された形「彼が前進しているときに」)として解釈するのが自然である。
  2. §16.613ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης — アカイア兵が放った槍が外れて地面に突き刺さった後の状況を表現する。動詞 ἀφίει(ἀφίημι の未完了過去・三人称単数)の主語は Ἄρης(アレース)であり、直訳すると「強大なるアレースが、そこ(地面の中)で槍の勢いを放出した(逃がした)」となる。戦争の神アレースが、武器に込められていた破壊的なエネルギーを地中へ逃がすことで無力化させたという、神話的かつ物理的な描写である。
  3. §16.648ἤ ἤδη καὶ κεῖνον... ἦ ἔτι καὶ πλεόνεσσιν... — 主節の動詞 φράζετο(思案していた)の目的語となる、間接疑問節を導く重畳された選言小辞 ἤ... ἦ...(あるいは ἤ... ἤ...)。ゼウスの葛藤として「(パトロクロスを)今すぐこの激しい戦闘の中でサルペードーンの遺体の上で討ち取るべきか、それともまださらに多くの者たちに過酷な戦闘を強いるべきか」という二つの相反する選択肢を並置している。

この箇所を引用する

ホメロス, イリアス §16.584-16.652. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.584-16.652

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。