帕特罗克洛斯最器重此人,仅次于那冲锋陷阵的阿基琉斯,因为他在战斗中是最忠实于他、时刻准备听候其命令的人。
§16.148τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους §16.149Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, §16.150τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη §16.151βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
为此,奥托墨冬将那两匹疾驰的骏马驾在轭下,即克桑托斯和巴利奥斯,它们奔跑起来如同风之吐息一样飞快,它们是哈耳庇厄波达尔格为西风神泽费罗斯所生,当时她正在大洋神流旁的草地上吃草。
§16.152ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, §16.153τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς, §16.154ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
而在副轭的边缰上,他套上了完美无瑕的佩达索斯,那是阿基琉斯攻占埃埃提翁的城市时带回来的,这匹马虽然只是凡俗之躯,却跟上了不死神马的步伐。
随后阿基琉斯巡视各处,让所有密耳弥冬人在天幕中披挂好铠甲。
οἳ δὲ λύκοι ὣς §16.157ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, §16.158οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες §16.159δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· §16.160καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου §16.161λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ §16.162ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς §16.163στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· §16.164τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες §16.165ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο §16.166ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς, §16.167ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
他们就像是一群狼,生吞活剥的狼,胸中怀着无尽的勇猛,它们在山中杀死了一只长着大角的雄鹿并将其贪婪地撕咬;所有狼的下腭都被鲜血染红;它们成群结队地前往黑水横流的泉源,用它们细长的舌头舔舐那黑色的泉水,口中吐出杀戮的血迹;但它们胸中的灵魂是无所畏惧的,它们的腹部饱胀而发出鸣响;密耳弥冬人的领袖和首领们便是如此,围绕着捷足的埃阿科斯子孙那勇敢的扈从忙碌着;在他们中间站着好战的阿基琉斯,他鼓舞着战马和手持盾牌的战士们。
§16.168πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς §16.169ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ §16.170πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· §16.171πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει §16.172σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
有五十艘快速战船,阿基琉斯作为宙斯所爱之人率领它们前往特洛伊;在每一艘船上都有五十名同伴坐在桨座上;他任命了五位领袖,并信任他们去指挥;而他自己则以至高无上的权力统治着一切。
§16.173τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ §16.174υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· §16.175ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη §16.176Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, §16.177αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, §16.178ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
第一队由身披闪亮护胸甲的梅内斯提俄斯统率,他是源自宙斯的斯佩耳刻俄斯河神之子;他是佩琉斯的美丽女儿波吕多拉所生,她与不知疲倦的河神斯佩耳刻俄斯同床,身为凡女而与神明结合,但名义上他被算作佩里埃瑞斯之子波洛斯之子,波洛斯曾公开迎娶她,并送去了无数的聘礼。
§16.179τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε §16.180παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη §16.181Φύλαντος θυγάτηρ·
第二队由好战的埃乌多罗斯统率,他是一个未婚女郎所生,由那善于在舞群中起舞的美丽的波吕梅勒、菲拉斯的女儿所生。
τῆς δὲ κρατὺς ἀργεϊφόντης §16.182ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν §16.183ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
强大的阿耳戈斯斩杀者爱上了她,因他亲眼看见她在一群歌舞女郎中起舞,就在那手持金纺锤、猎声震天的阿耳忒弥斯的舞群中。
§16.184αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ §16.185Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν §16.186Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
随即,那毫无恶意、带来庇佑的赫耳墨斯登上阁楼,暗中与她同寝,并赐予了她一个辉煌的儿子,即埃乌多罗斯,他奔跑起来无比神速,也是个杰出的战士。
§16.187αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια §16.188ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, §16.189τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο §16.190ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, §16.191τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν §16.192ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
但是,当司管分娩之痛的埃勒提伊阿将他带入人世、让他看见阳光的照耀时,阿克托耳之子、强大的埃克勒斯将她娶回了家,因为他送去了无数的聘礼,而这个孩子则由老菲拉斯悉心抚养和爱护,宠爱他就像爱他自己的亲生儿子一样。
§16.193τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε §16.194Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν §16.195ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
第三队由好战的佩桑德罗斯统率,他是麦马罗斯之子,在所有密耳弥冬人中,他是仅次于佩琉斯之子同伴的最擅长用长枪战斗之人。
§16.196τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, §16.197πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
第四队由年迈的驭车手手弗尼克斯统率,第五队则由拉埃尔凯斯那完美无瑕之子阿尔基墨冬统率。
§16.198αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς §16.199στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· §16.200Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, §16.201ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι §16.202πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος· §16.203σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ, §16.204νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· §16.205οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν §16.206αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
但是,当阿基琉斯将所有人连同他们的领袖妥善挑选并排好队列后,他下达了严厉的指令: “密耳弥冬人啊,谁也不要忘记你们的那些威胁之词,那是你们在快速战船旁对特洛伊人所发出的威胁,就在我满怀愤怒的整个时期,你们每个人都在抱怨我: ‘残酷的佩琉斯之子啊,你的母亲一定是用愤怒将你养大,冷酷无情的人啊,你违背同伴的意愿强留他们在战船旁;让我们驾着航海的战船回家去吧,既然这恶毒的愤怒已落入你的心胸。
§16.207ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται §16.208φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
’ 你们聚在一起时,常常这样抱怨我;但如今呈现在眼前的是浩大的战场,这正是你们先前所切望的。
§16.209ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
现在,凡是胸怀壮志的人,就去与特洛伊人战斗吧。
§16.210ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 他这样说着,激发起每个人的力量和斗志。
§16.211μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
在听到国王的话后,他们的队列愈发紧密。
§16.212ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι §16.213δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, §16.214ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
正如一个人为了防避狂风的侵袭,用紧密的长石砌筑高大房屋的墙壁那样,他们的头盔和凸起的盾牌也同样紧紧相贴。
§16.215ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· §16.216ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι §16.217νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
盾牌挨着盾牌,头盔挨着头盔,人挨着人;当他们点头示意时,饰有马鬃的头盔上那明亮的盔饰便会互相碰撞,他们并排站立得如此紧密。