§16.73ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
对我心存善意;但如今他们正围绕着军队厮杀。
§16.74οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι §16.75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· §16.76οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος §16.77ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο §16.78Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ §16.79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
因为在德丢斯之子狄奥墨得斯的手中,长枪已不再狂暴地挥舞以替达奈人挡开毁灭;我也不曾听到阿特柔斯之子那叫喊的声音从他那令人可憎的头颅里传出;只有那杀人无数的赫克托耳呼唤特洛伊人的声音在四周回荡,而他们伴着呐喊占领了整个平原,在战斗中战胜了阿开亚人。
§16.80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων §16.81ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο §16.82νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
但即便如此,帕特罗克洛斯啊,为了把毁灭从战船旁挡开,你要奋力杀上前去,免得他们用烈火烧毁战船,夺走我们宝贵的归途。
§16.83πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, §16.84ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι §16.85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην §16.86ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
且听我言,我要将我话语的指归印在你的心上,好让你从所有达奈人那里为我赢得巨大的尊荣和光荣,从而让他们把那极其美丽的女郎送还,并奉上灿烂的礼物。
§16.87ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι §16.88δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, §16.89μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν §16.90Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
将敌人赶离战船后便要立刻回来;即使赫拉那雷声隆隆的丈夫赐予你赢得光荣的机会,你也不要离开我,独自去与好战的特洛伊人厮杀;因为那会使我更加不受尊重。
§16.91μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι §16.92Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, §16.93μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων §16.94ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
也不要沉溺于战争与厮杀的喜悦中,杀戮着特洛伊人,一路带兵逼近伊利翁,免得有哪位奥林波斯山上的永生神明降临干预;因为远射之神阿波罗极其钟爱他们。
只要你给战船带去了救星之光,便要立刻回军,让其余的人继续在平原上相争。
§16.97αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον §16.98μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, §16.99μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον, §16.100ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
噢,父神宙斯、雅典娜、还有阿波罗啊,愿所有活着的特洛伊人中没有一个能逃脱死亡,阿尔戈斯人也无一幸免,唯独我们两人脱离毁灭,好让我们独自摧毁特洛伊神圣的雉堞。
§16.101ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §16.102Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· §16.103δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ §16.104βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ §16.105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ §16.106κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν §16.107ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο §16.108ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
” 他们就这样互相谈论着这些事情,而埃阿斯已无法再坚守,因为他已被飞矢逼得无路可退;宙斯的意旨和高傲的特洛伊人那连绵不断的投射将他压倒;在他双鬓之旁,那顶明亮的头盔承受着敲击,发出可怕的铿锵声,那制作精良的护颊也不断被击中;他那一直支撑着花斑盾牌的左肩也感到疲惫;然而即便如此,特洛伊人用飞箭攒射,也无法动摇他分毫。
§16.109αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς §16.110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν §16.111ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
他始终承受着痛苦的喘息,汗水从他的四肢滚滚流下,他甚至没有喘息的机会;四面八方尽是灾祸叠加。
§16.112ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, §16.113ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
居住在奥林波斯宫殿中的缪斯们啊,如今请告诉我,烈火究竟是怎样首先落到了阿开亚人的战船上。
§16.114Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς §16.115πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, §16.116ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας §16.117πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ §16.118αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
赫克托耳逼近埃阿斯,用大剑猛击那杆梣木长枪,就在枪尖套筒的后方,将其彻底砍断;帖拉蒙之子埃阿斯手里只是白白挥舞着这杆残缺的木枪,而那青铜枪尖已落在地上,发出铿锵的声音。
§16.119γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε §16.120ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε §16.121Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην· §16.122χάζετο δʼ ἐκ βελέων.
埃阿斯在完美无瑕的心中洞悉了这一切,不由战栗起来,这是神明的作为,那天上轰鸣的宙斯彻底斩断了他的战斗筹划,并想要把胜利赐予特洛伊人;于是他躲开飞矢往后退去。
τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ §16.123νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
而敌人将那不熄的烈火投向疾驰的战船,刹那间,无法熄灭的烈焰便蔓延开来。
§16.124ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς §16.125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· §16.126ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
就这样,烈火吞噬了船尾;而阿基琉斯拍打着大腿,对帕特罗克洛斯说道: “起来,宙斯所生的骑手帕特罗克洛斯!
§16.127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν· §16.128μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται· §16.129δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
我确实看见了战船旁熊熊烈火的肆虐;切莫让他们夺走战船,致使我们再无生路;快快披上铠甲,我去召集军队。
§16.130ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
” 他这样说着,帕特罗克洛斯便披挂起闪烁的青铜铠甲。
§16.131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε §16.132καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· §16.133δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε §16.134ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
首先,他把胫甲缚在双腿上,精美无比,配有银质的护踝;接着,他又把护胸甲披在胸前,那是属于捷足的埃阿科斯子孙的、星光闪烁、制作精美的铠甲。
§16.135ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον §16.136χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· §16.137κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν §16.138ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
然后在肩上斜跨了那柄嵌有银钉的青铜长剑,随后又拿起了那面巨大而坚固的盾牌;在强健的头上戴好那顶制作考究的马鬃头盔;盔顶的羽饰在上方可怕地摇曳着。
§16.139εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
他拿起了两杆适合他手掌的强劲长枪。
§16.140ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο §16.141βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν §16.142πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς §16.143Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων §16.144Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
唯独没有拿那杆属于完美无瑕的埃阿科斯子孙的沉重、巨大而又坚固的长枪;因为阿开亚人中没有其他人能够挥舞它,只有阿基琉斯独自懂得如何去使,那是来自佩利翁山的梣木长枪,奇戎曾将它赠予其亲爱的父亲,从佩利翁山顶带下,为了用它杀戮英雄。
§16.145ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
随后他命令奥托墨冬迅速将骏马套好,