Humanitext Reader

荷马 · 伊利亚特 §16.223-16.295

阿基琉斯的祈求与帕特罗克洛斯出击

第 143 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯向宙斯祈求帕特罗克洛斯的荣耀与安全归来,但宙斯只应允了前者。帕特罗克洛斯率领密耳弥冬人如黄蜂般涌入战场,开始击退特洛伊人。

§16.223θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων §16.224χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
这只箱子是银足忒提斯为了让他带上船而放的,里面装满了内衣、防风的外套和厚厚的毯子。
§16.225ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος §16.226οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον, §16.227οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
箱中有一只为他精制而成的杯子,没有其他任何男子会用它来饮用闪光的红酒,他自己也从不用它向任何神明献祭,除了向父神宙斯。
§16.228τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ §16.229πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι, §16.230νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
此时,他将它从箱子里拿出来,首先用硫磺净化,接着用清澈美丽的流水冲洗,随后他自己洗了手,并汲取了闪光的红酒。
§16.231εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον §16.232οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον· §16.233Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων §16.234Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ §16.235σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, §16.236ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, §16.237τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν, §16.238ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· §16.239αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, §16.240ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι §16.241μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, §16.242θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ §16.243εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν §16.244ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι §16.245μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
接着他站在庭院中央,仰望天空,奠酒并祈祷;这没有逃过喜悦雷霆的宙斯的眼睛: “多多纳的君王、佩拉斯吉人的宙斯啊,你居住在远方,统治着冬季严寒的多多纳,在你周围居住着你的传言人塞洛伊人,他们不洗双脚,睡在地上,既然你以前曾听见我祈祷的话语,重用了我,却极大地惩罚了阿开亚人的军队,那么现在也请为我实现这个愿望吧:因为我自己将留在战船聚集的地方,但我派我的同伴带领众多的密耳弥冬人去战斗;广鸣的宙斯啊,请赐予他荣耀,并让他在胸中坚定意志,以便让赫克托尔也知道,我们的扈从即使独自一人是否也懂得如何战斗,还是只有当我亲自投入战神的纷扰时,他那无敌的双臂才会狂怒。
§16.246αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, §16.247ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο §16.248τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
但是,一旦他将战斗和喧嚣从船旁赶走,就请让他安然无恙地回到快速的战船旁,带着他所有的铠甲和贴身战斗的同伴。
§16.249ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
” 他这样祈祷着,足智多谋的宙斯听见了他的祈求。
§16.250τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· §16.251νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε §16.252δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
父神成全了他的一个愿望,但拒绝了另一个:他允许帕特罗克洛斯将战争和冲突从船旁驱逐,但拒绝让他从战斗中安全生还。
§16.253ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ §16.254ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ, §16.255στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ §16.256εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
当他向父神宙斯奠酒并祈祷完毕后,他重新走入天幕,将杯子收回箱中,走出来站在天幕前,心里依然渴望观看特洛伊人和阿开亚人之间可怕的厮杀。
§16.257οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες §16.258ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
而那些与豪迈的帕特罗克洛斯一同披挂整齐的战士们,列队前行,直到他们意气风发地冲向特洛伊人。
§16.259αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο §16.260εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες §16.261αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας §16.262νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
他们顿时像路旁的黄蜂一样涌了出来,那些黄蜂常被孩子们故意挑逗,孩子们总是在路旁戏弄那些筑巢的黄蜂,愚蠢的顽童,给许多人带来了共同的灾祸。
§16.263τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης §16.264κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες §16.265πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
如果某个路过的行人在走动时无意中惊扰了它们,它们便怀着勇敢的心,全部向前飞去,保护自己的幼子。
§16.266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες §16.267ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
密耳弥冬人当时便怀着那样的心和斗志,从战船中涌出;无法遏制的呐喊声随之响起。
§16.268Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· §16.269Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος §16.270ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, §16.271ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος §16.272Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, §16.273γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §16.274ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
帕特罗克洛斯对同伴们大声呼喊: “密耳弥冬人,佩琉斯之子阿基琉斯的同伴们,朋友们,成为勇士吧,记住那狂热的斗志,为了让我们能为佩琉斯之子争光,他在船旁是阿开亚人中最杰出的人物,他的扈从也是贴身战斗的好手,并让那统治宽广的阿特柔斯之子阿伽门农知道他自己的狂妄,因为他根本没有尊重阿开亚人中最优秀的人。
§16.275ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
” 他这样说着,激发起每个人的力量和斗志。
§16.276ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες §16.277σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
他们成群结队地扑向特洛伊人;在他们周围,战船在阿开亚人的呐喊声中发出了可怕的回响。
§16.278Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν §16.279αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, §16.280πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες §16.281ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα §16.282μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι· §16.283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
特洛伊人一看到墨诺提俄斯那勇敢的儿子,看到他本人和他的扈从在铠甲中闪闪发光,所有人的心都动摇了,他们的方阵开始混乱,以为在战船旁,那捷足的佩琉斯之子已抛弃了愤怒,选择重修旧好;每个人都在四下张望,寻找逃避彻底毁灭的生路。
§16.284Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ §16.285ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, §16.286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, §16.287καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς §16.288ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος· §16.289τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι §16.290κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν §16.291Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν §16.292ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
帕特罗克洛斯首先投出了他那闪亮的标枪,直刺向人群最混乱的中央,就在豪迈的普罗特西劳斯那快速战船的船尾旁,击中了皮赖克墨斯,他曾率领着善骑的派奥尼亚人从阿米冬、从宽阔的阿克西俄斯河畔走来;击中了他的右肩;他呻吟着仰面倒在尘土中,他的同伴派奥尼亚人在他周围惊恐万分;因为帕特罗克洛斯杀死了他们的领袖,这位在战斗中最为英勇的人,从而在他们所有人心中播下了恐惧。
§16.293ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
他将敌人从战船旁赶走,并扑灭了熊熊燃烧的烈火。
§16.294ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν §16.295Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
半烧焦的战船被留在了原地;而特洛伊人伴随着可怕的喧嚣四处逃散;达奈人则如潮水般涌入。

词汇与语法注释

  1. 16.227ὅτε μὴ — 短语 ὅ则 μὴ(字面意思是“当不……时”)用作条件粒子,表示除外,意为“除了……之外”。在此处指“除了向父神宙斯”。
  2. 16.243ἤ ῥα καὶ οἶος ἐπίστηται... ἦ οἱ τότε... — 关联词 ἤ... ἦ... 引导依赖于主句动词 εἴσεται(“将知道”)的间接双重疑问句,表示“是……还是……”。
  3. 16.250ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε — 代词 ἕτερον(“其一……另一……”)通过 μ便... δέ... 形成对比,第 251–252 行随后的不定式(ἀπώσασθαι 和 ἐξαπονέεσθαι)作为同位语分别解释了“应允的事”和“拒绝的事”。
  4. 16.271ὡς ἂν Πηλεΐδην τιμήσομεν — 连词 ὡς ἂν 后接直说法语气将来时(在某些手稿传统中为虚拟语气过去时)构成目的从句,表示“为了让我们能为佩琉斯之子争光”。
  5. 16.273γνῷ δὲ καὶ Ἀτρεΐδης... ἣν ἄτην — 由关系代词 ἣν(“他自己的[狂妄]”)引导的从句作为动词 γνῷ(“得以知道”)的直接宾语,完成了帕特罗克洛斯劝诫的第二个目的。

引用这一段

荷马, 伊利亚特 §16.223-16.295. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.223-16.295

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。