他两手挥舞着一根巨大的海战长矛,那是用铁箍拼接起来的、长达二十二肘的长矛。
§15.679ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, §15.680ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, §15.681σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται §15.682λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο §15.683ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ §15.684θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· §15.685ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν §15.686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, §15.687αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε §15.688νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν.
正如一个精通骑马戏耍的男子,他从群马中选出四匹马连结在一起,驱赶着它们从平原向着一座伟大的城市疾驰,沿着那条人车络绎的大道;许多男人和女人都惊奇地注视着他;而他始终稳健安全地在跳跃中不停地从一匹马换到另一匹马,而它们在飞奔着;同样,埃阿斯也在许多快速战船的甲板上大步往来,他的声音直冲云霄,他一再发出恐怖的呼喊,命令达奈人去保卫战船和营帐。
οὐδὲ μὲν Ἕκτωρ §15.689μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· §15.690ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων §15.691ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων §15.692χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, §15.693ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο §15.694ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε §15.695χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
而赫克托耳同样没有停留在铠甲严整的特洛伊人人群中;而是像一只凶猛的金雕扑向一群飞鸟,那些在河边草地上觅食的、雁群、鹤群或是长颈的天鹅群,赫克托耳就是这样直冲向一艘黑首战船,迎头扑去;宙斯在后方推着他,用一只极其巨大的手,并率领众人与他一同前进。
§15.696αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· §15.697φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν §15.698ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
战船旁再次爆发了猛烈激战;你会以为他们是以不知疲倦、永不磨灭的身躯在战场上相遇交锋,因为他们战斗得如此勇猛。
§15.699τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ §15.700οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, §15.701Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου §15.702νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
正在战斗的他们的心中有着这样的想法:阿开亚人认为自己无法逃离这场灾难,唯有灭亡;而每个特洛伊人胸中的心都在期盼着,自己将烧毁战船,杀戮阿开亚的英雄们。
§15.703οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· §15.704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο §15.705καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν §15.706ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
双方怀着这样的想法,互相对峙着;而赫克托耳一把抓住了那艘远航战船的船尾,那是艘美丽而快捷的战船,曾载着普罗特西劳斯来到特洛伊,却未能再将他带回祖国的土地。
§15.707τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε §15.708δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε §15.709τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, §15.710ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες §15.711ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο §15.712καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
正是围绕着这艘船,阿开亚人和特洛伊人近身互相厮杀;他们根本不再等待着弓箭或投枪的穿梭,而是并肩站立,怀着同一个心志,用锋利的战斧、手斧、巨大的刀剑以及两头尖的长枪搏斗。
§15.713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα §15.714ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων §15.715ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
许多黑色刀柄、带有精美柄镡的美丽刀剑,有的从手中掉落地上,有的从正在战斗的男人们的肩膀上滑落;黑色的土地上鲜血直流。
§15.716Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει §15.717ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· §15.718οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
赫克托耳一旦抓住了船尾就不再松手,他双手紧握住船尾的饰件,向特洛伊人命令道: “拿火来! 大家一齐呐喊着冲锋!
§15.719νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε §15.720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι §15.721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, §15.722οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν §15.723αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
现在宙斯赐予了我们价值千金的一天,去夺取那些违背神明心意来到这里的战船,它们因长老们的怯懦而给我们带来了重重灾难,当时我想在战船的船尾旁战斗,他们却执意阻拦我,并按兵不动。
§15.724ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς §15.725ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
然而,即便当时宽宏的宙斯蒙蔽了我们的心智,如今他亲自激励并指引着我们。
§15.726ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
” 他这样说,众人更加凶猛地向阿尔戈斯人扑去。
§15.727Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· §15.728ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι §15.729θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
埃阿斯再也无法坚守;因为他已被飞石投枪逼得走投无路;但他稍稍后退,以为自己将要丧命,退到了那张长达七尺的桨手长凳上,离开了那艘平稳战船的甲板。
§15.730ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ §15.731Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· §15.732αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· §15.733ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
他在那里警惕地站着,手中始终拿着长矛,阻挡着任何企图向战船投掷无情烈火的特洛伊人;他一再发出恐怖的呼喊,命令达奈人: “朋友们,达奈的英雄们,阿瑞斯的侍从们!
§15.734ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
做真正的男子汉吧,朋友们,记住那勇猛的力量!
§15.735ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, §15.736ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
我们难道指望身后还有什么援兵,或者有什么更坚固的城墙,能为人们挡住毁灭吗?
§15.737οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, §15.738ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· §15.739ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων §15.740πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· §15.741τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
附近根本没有一座建有防御塔的城市,能让我们在得到换防兵力的援助下,在此抵御敌人;相反,我们正处于铠甲严整的特洛伊人的平原上,背靠着大海,远离了祖国的土地;因此,生路就在我们的双手中,而不在温和的战斗中!
§15.742ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
” 他大喊着,怀着狂热的斗志,挺起锐利的长枪向前刺去。