§15.677νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
彼(アイアス)は両手に、海戦用の大きな槍を振るった。
§15.678κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
それはボルトで接合された、長さ22ペキュス(キュビット)のものであった。
§15.679ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, §15.680ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, §15.681σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται §15.682λαοφόρον καθʼ ὁδόν·
それはまるで、馬を御して曲乗りすることに熟達した男が、多くの馬の中から4頭の馬を連れ集め、平野から大都市へとそれらを駆り立て、人々が往来する大道を進む。
πολέες τέ ἑ θηήσαντο §15.683ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ §15.684θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
多くの男たちや女たちが彼を感嘆して見つめるが、彼は常に揺るぎなく安全に、跳び移りながら、ある馬から別の馬へと乗り換えていき、馬たちは疾走する。
§15.685ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν §15.686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, §15.687αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε §15.688νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν.
そのようにアイアスも、多くの快速船の甲板の上を大股に歩きながら行き来し、彼の声は天(エーテル)に届き、絶えず恐ろしい叫び声をあげて、ダナオス人に、船と小屋を守るよう命じた。
οὐδὲ μὲν Ἕκτωρ §15.689μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
そしてヘクトルもまた、しっかりと武装したトロイア人の群れの中にとどまってはいなかった。
§15.690ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων §15.691ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων §15.692χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, §15.693ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο §15.694ἀντίος ἀΐξας·
むしろ、光り輝く鷲が、川沿いで草を食んでいる羽のある鳥の群れ―― 雁や鶴や、あるいは首の長い白鳥の群れに襲いかかるように、そのようにヘクトルは、舳先の黒い船を目がけてまっすぐに進み、正面から襲いかかった。
τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
そしてゼウスが背後から彼を押し出した、非常に大きな手で。
§15.695χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
そして、彼とともにその軍勢を鼓舞した。
§15.696αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
そして再び、船の傍らで激しい戦闘が引き起こされた。
戦いに臨む彼らは、まるで疲労を知らず、傷つくこともない体で互いに対峙しているのだと思うほど、激しく戦った。
§15.699τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος·
戦う彼らの心境はこのようなものであった。
ἤτοι Ἀχαιοὶ §15.700οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, §15.701Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου §15.702νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
アカイア人たちは、この災厄から逃れることはできず、滅びるに違いないと考えており、トロイア人たちは、一人一人の胸の中の心が期待していた、船を焼き尽くし、アカイアの英雄たちを殺害することを。
§15.703οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
彼らは互いにそのような思いを抱いて、対峙していた。
§15.704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
そのとき、ヘクトルは海を行く美しい快速船の船尾をつかんだ。
その船こそはプローテシラーオスをトロイアへと運んできたが、二度と祖国の地へと連れ帰ることはなかった船である。
まさにこの船をめぐって、アカイア人とトロイア人は接近して互いを殺戮し合っていた。
οὐδʼ ἄρα τοί γε §15.709τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, §15.710ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες §15.711ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο §15.712καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
彼らはもはや、弓矢や投げ槍の飛び交う中を離れて待つことはせず、むしろ至近距離に立ち、心を一つにして、鋭い戦斧や手斧、そして大きな剣や、両刃の槍を用いて戦った。
§15.713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα §15.714ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων §15.715ἀνδρῶν μαρναμένων·
そして、多くの、黒い柄巻が施された美しい柄付きの剣が、あるものは戦う男たちの手から地面へと落ち、またあるものはその肩から落ちた。
ῥέε δʼ αἵματι γαῖα μέλαινα.
黒い大地は血で流れた。
§15.716Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει §15.717ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
ヘクトルは、一度船尾をつかむと離そうとはせず、その手で船尾飾り(アプリュストン)を握りしめながら、トロイア人たちに命じた。
§15.718οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
「火を持ってこい! お前たち自身も一丸となって鬨の声をあげよ!
§15.719νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε §15.720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι §15.721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
今こそゼウスは、我らにあらゆるものに値する日を与えてくださった、神々の意に反してここへ至り、我らに多くの災いをもたらした船を奪う日を。
それは長老たちの臆病のせいだ、私が船尾のそばで戦うことを望んでいたのに、私自身を引き留め、軍勢を押しとどめていたのだ。
§15.724ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς §15.725ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
しかし、あのときはるかに響き渡る声を持つゼウスが我々の判断力を鈍らせていたのだとしても、今や彼ご自身が我々を駆り立て、命じておられるのだ。
§15.726ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
」彼がこう言うと、彼らはアルゴス人たちへとさらに激しく襲いかかった。
§15.727Αἴας δʼ οὐκέτʼ ἔμιμνε·
アイアスはもはや持ちこたえられなかった。
βιάζετο γὰρ βελέεσσιν·
彼は飛び交う飛び道具に圧倒されていたからである。
§15.728ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι §15.729θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
しかし、彼は自分が死ぬことになると思い、ほんの少し後退し、 7フィートの長さの漕ぎ手用腰掛け(あるいは足台)へと下がり、均整の取れた船の甲板を離れた。
§15.730ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ §15.731Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
そこで彼は油断なく身を構えて立ち続け、常に槍をもって疲れを知らぬ火を運んでくるトロイア人を誰であれ船から退けた。
§15.732αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
そして絶えず恐ろしい叫び声をあげて、ダナオス人に命じた。
§15.733ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
「友なるダナオス人の英雄たちよ、アレスの従者たちよ、友らよ、雄々しき男であれ。
§15.734ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
そして激しい勇気を思い出せ!
§15.735ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, §15.736ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
我々の背後に、誰か助け手がいるとでも思っているのか、あるいは、人々から滅亡を防いでくれるような、より強固な城壁でもあるというのか。
§15.737οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, §15.738ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
近くには、塔を設けた都市など何一つ存在しない、形勢を逆転させるような援軍を得て、我々が身を守ることができるような都市は。
むしろ我々は、しっかりと武装したトロイア人たちの平野の中にあり、海を背にして、祖国の地から遠く離れて座しているのだ。
§15.741τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
それゆえ、救いは我々の手の中にあるのであって、手ぬるい戦いの中にあるのではない!
§15.742ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
」彼はこう叫ぶと、激しい闘志を燃やして、鋭い槍をもって立ち向かった。
§15.743ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο §15.744σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, §15.745τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
そして、トロイア人のうち、中空の船を目がけて突進してくる者で、ヘクトルの鼓舞に報いるために燃え盛る火を携えている者を、アイアスは待ち受けて、長い槍で刺し貫いた。
§15.746δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
こうして彼は、船の前での接近戦において、12人の男を刺し貫いた。