Humanitext Reader

荷马 · 伊利亚特 §16.1-16.72

帕特罗克洛斯请缨与阿基琉斯的允准

第 140 段,共 226 段 · 希腊语

内容简介

帕特罗克洛斯流着泪向阿基琉斯诉说阿开亚军的惨状,恳求穿上阿基琉斯的铠甲代其参战。阿基琉斯虽仍对阿伽门农怀恨在心,但最终同意了朋友的请求,允许其披上自己的甲胄率领密耳弥冬人出征。

§16.1ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· §16.2Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν §16.3δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, §16.4ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
就这样,他们围绕着那艘拥有优良甲板的战船厮杀;帕特罗克洛斯来到人民的牧者阿基琉斯身旁,流下热泪,宛如一潭黑水的泉源,从陡峭的悬崖上倾泻下阴暗的水流。
§16.5τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, §16.6καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §16.7τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη §16.8νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει §16.9εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει, §16.10δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται· §16.11τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
捷足的神圣阿基琉斯见他如此,心中生出怜悯,于是向他开口,说出了飞翼般的话语: “你为何流泪,帕特罗克洛斯,就像一个年幼的女娃,跟着母亲奔跑,央求着要母亲抱她,拽着她的衣襟,扯住匆忙赶路的母亲,眼含泪水望着她,直到被抱起来为止;帕特罗克洛斯啊,你就像她一样,流下了晶莹的泪珠。
§16.12ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
你是要向密耳弥冬人宣布什么,还是向我本人?
§16.13ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
抑或你独自听到了来自弗提亚的什么消息?
§16.14ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, §16.15ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; §16.16τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
他们说阿克托尔之子墨诺提俄斯仍然健在,而埃阿科斯之孙佩琉斯也生活在密耳弥冬人之中;若是他们中任何一位死去,我们都将感到万分悲痛。
§16.17ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται §16.18νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
或者你是为阿尔戈斯人感到哀怜,因为他们正走向毁灭,在空心的战船旁,因他们自己的狂妄?
§16.19ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
说出来吧,不要藏在心里,好让我们俩都知道。
§16.20τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· §16.21ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν §16.22μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
” 骑士帕特罗克洛斯啊,你沉重地叹息着,回答道: “阿基琉斯啊,佩琉斯之子,阿开亚人中最伟大的勇士,请不要发怒;因为如此巨大的痛苦已压倒了阿开亚人。
§16.23οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, §16.24ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
因为那些昔日里最优秀的人,如今全都躺在战船旁,或是中箭,或是被枪刺伤。
§16.25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, §16.26οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, §16.27βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
强悍的狄奥墨得斯、德丢斯之子已被射中,枪法著名的奥德修斯和阿伽门农也受了枪伤,欧律皮洛斯的大腿也中了箭。
§16.28τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται §16.29ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
精通多种药物的医生们正围着他们忙碌,医治着他们的伤口;而你,阿基琉斯,却依然无动于衷。
§16.30μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις §16.31αἰναρέτη·
愿那折磨着你的愤怒,千万不要攫住我,你这空有勇力之人!
τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ §16.32αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
若是你不为阿尔戈斯人挡住那可耻的灾难,后人还能从你身上得到什么好处?
§16.33νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, §16.34οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα §16.35πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
无情的人啊,你的父亲根本不是骑士佩琉斯,你的母亲也不是忒提斯;而是那苍茫的大海和险峻的悬崖孕育了你,因为你的心是如此冷酷。
§16.36εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις §16.37καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, §16.38ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον §16.39Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
但如果你是在心中躲避着某种神谕,而你那尊贵的母亲曾向你转达了来自宙斯的嘱托,那就请至少尽快派我出征,并让密耳弥冬人的军队随我同去,兴许我能成为达奈人的一线生机。
§16.40δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, §16.41αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο §16.42Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν §16.43τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
并且请把你的铠甲借我披在肩上,也许特洛伊人会把我错认成你而退出战斗,从而让疲惫不堪的、好战的阿开亚子弟们得到喘息之机;而在战争中,喘息的机会是何其短暂。
§16.44ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ §16.45ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
我们这些精疲力竭之外的生力军,定能轻易地将那些疲惫之敌从战船和帐篷旁赶回城去。
§16.46ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν §16.47οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
” 他这样哀求着,真是个大傻瓜;因为他所祈求的,竟是他自己悲惨的死亡和毁灭的命运。
§16.48τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §16.49ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
捷足的阿基琉斯深受震动,对他说道: “天哪,宙斯所生的帕特罗克洛斯,你这是说了什么话!
§16.50οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, §16.51οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· §16.52ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, §16.53ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι §16.54καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
我既不在乎任何我所知道的神谕,我那尊贵的母亲也未曾转告过任何来自宙斯的指示;只是这钻心的痛苦侵袭着我的心灵与灵魂,当一个人企图掠夺与自己平等的人,并因为自己在权势上更胜一筹而夺回赐礼。
§16.55αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
这对我而言是钻心的痛楚,因为我的心灵遭受了摧折。
§16.56κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, §16.57δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, §16.58τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων §16.59Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
那个阿开亚子弟为我选作赐礼的女郎,那是我亲手用长枪攻破坚城而夺得的她,如今却被主帅阿伽门农、阿特柔斯之子,从我手中夺回,仿佛我是个毫无尊严的异乡人。
§16.60ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν §16.61ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε §16.62οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ §16.63νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
但这些事就让它过去吧;看来在心中永远怀恨是不可能的;然而我曾断言,我绝不平息我的怒火,除非呐喊与战火逼近我本人的战船。
§16.64τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, §16.65ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, §16.66εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε §16.67νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης §16.68κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες §16.69Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε §16.70θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον §16.71ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους §16.72πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
那么,你就把我的显赫铠甲披在你的肩上,带领爱好战斗的密耳弥冬人前去厮杀,如果特洛伊人那片黑压压的乌云真的已经包围了战船并且势不可挡,而阿尔戈斯人被逼退到海滩边,只剩下一小块土地,而特洛伊全城上下都满怀信心地涌了过来;因为他们还没能看见我的头盔在近处闪耀;很快他们便会仓皇逃窜,将溪谷塞满尸首,只要主帅阿伽门农对我[心存善意]。

词汇与语法注释

  1. §16.7ἠΰτε κούρη — 一个长比喻(第7-10行),将帕特罗克洛斯的眼泪比作一个小女孩恳求母亲抱起她。比喻中的动词(ἀνώγει、κατερύκει、ποτιδέρκεται)描绘了小女孩缠着母亲的一系列动作。
  2. §16.20προσέφης — 叙述者(诗人)直接用第二人称单数(προσέφης,“你回答道”)呼唤故事中的人物帕特罗克洛斯的顿呼(apostrophe)手法。这种诗学手法增强了读者对帕特罗克洛斯的亲近感,并预示了他悲剧性的命运。
  3. §16.59ἀτίμητον μετανάστην — 意为“没有名誉(权利)的移民(流浪者)”。指在阿开亚社会中没有土地或法律保护、即使受到侮辱也无法反抗的地位低下的外来者。阿基琉斯对阿伽门农没收其战利品(布里塞伊斯)感到极度愤怒,认为这是将他视作此类无权者的不公对待。
  4. §16.71εἴ μοι κρείων Ἀγαμέμνων — 第72行的条件从句“如果王者阿伽门农对我[怀有善意]”,省略了动词(例如 ἤπια εἰδείη,“心怀善意”)。这既可以是常见套语的省略,也可以解释为由于阿基琉斯极度愤怒的情绪而导致的言语中断(aposiopesis)。

引用这一段

荷马, 伊利亚特 §16.1-16.72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.1-16.72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。