Humanitext Reader

荷马 · 伊利亚特 §15.609-15.676

赫克托耳的猛攻与涅斯托耳的激励

第 138 段,共 226 段 · 希腊语

内容简介

在神明庇护下,赫克托耳发起猛烈攻势,将阿开亚人击退至战船旁。涅斯托耳激昂地劝说众人想想家眷,雅典娜亦驱散了战场迷雾,阿开亚人由此重振旗鼓直面敌军。

§15.609σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο §15.610Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ §15.611Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα §15.612τίμα καὶ κύδαινε.
在正在战斗的赫克托耳的太阳穴旁恐怖地摇晃着;因为来自天上的宙斯亲自作他的守护者,宙斯在赫克托耳孤身处于众人之中时,尊崇并赐予他荣光。
μινυνθάδιος γὰρ ἔμελλεν §15.613ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ §15.614Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
因为他注定是短命的;帕拉斯·雅典娜已经假手于佩琉斯之子的力量,将他那注定的末日驱使向前。
§15.615καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, §15.616ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα· §15.617ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· §15.618ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη §15.619ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, §15.620ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα §15.621κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· §15.622ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
赫克托耳渴望着突破人们的队列,尝试着,在他看见人群最密集、铠甲最精良的地方;但即使他极其渴望,也无法突破;因为他们如同塔楼一般紧密相连,坚守原地,就像灰色大海旁耸立的一座巨大而险峻的岩石,它能承受狂风的迅疾通路以及向它奔涌而来的巨浪;达奈人就是这样坚定地等待着特洛伊人,毫不退缩。
§15.623αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ, §15.624ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι §15.625λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα §15.626ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη §15.627ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται §15.628δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
但赫克托耳浑身闪耀着烈火,跃入人群之中,猛扑过去,如同海浪猛烈地拍击一艘疾驰的战船,那巨浪是在云层之下由狂风孕育出来的;而整艘船都被泡沫遮蔽,狂风的恐怖风暴在帆上咆哮,水手们在心中战栗,惊恐万分;因为他们离死亡仅有一线之隔。
§15.629ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
阿开亚人胸中的心也是这样被撕裂着。
§15.630αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, §15.631αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
但他就像一只怀着毁灭之心的雄狮,扑向那些牛群,那些无数的牛群正在广阔沼泽的潮湿草地上吃草。
§15.632μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς §15.633θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· §15.634ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν §15.635αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας §15.636βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν·
在它们之中,有一个牧人还不太懂得如何为了保护一头角弯弯的牛免遭杀戮而与猛兽搏斗;牧人总是走在最前面或最后面的牛群旁边,与它们同行,而那野兽跃入中间,吞食了一头牛,其余的牛全都惊恐地逃窜。
ὣς τότʼ Ἀχαιοὶ §15.637θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ §15.638πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, §15.639Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος §15.640ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
当时阿开亚人就是这样,被赫克托耳和父神宙斯以令人惊异的方式击退,所有人都是如此;而赫克托耳仅斩杀了迈锡尼人佩里斐特斯,他是科普柔斯的爱子,科普柔斯曾常为欧律斯透斯国王效力,作为传令官前往伟大的赫拉克勒斯那里。
§15.641τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων §15.642παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, §15.643καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· §15.644ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
从那位远为逊色的父亲那里,诞生了一个在各方面都远为优秀的儿子,无论在奔跑还是在战斗上,在智慧上他也是迈锡尼人中的佼佼者;正是他在那时,将更高的荣光交托给了赫克托耳。
§15.645στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, §15.646τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων· §15.647τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ §15.648σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
因为当他转身向后退时,绊在自己携带的盾牌边缘上摔倒了,那是一块垂到脚面、防备投枪的盾牌;他被这块盾牌绊倒,仰面跌下,他的头盔在他跌倒时,在他的太阳穴旁发出恐怖的金属撞击声。
§15.649Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, §15.650στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων §15.651κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου §15.652χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
赫克托耳敏锐地注意到了,奔跑上前站在他的身边,将枪刺入他的胸膛,在他的爱友们身旁将他斩杀;而他们虽然为战友深感悲痛,却无法伸出援手;因为他们自己极度惧怕高贵的赫克托耳。
§15.653εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι §15.654νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
他们退到了战船的面前,那些拉到最前排的外围战船包围了他们,而特洛伊人则涌了上来。
§15.655Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ §15.656τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν §15.657ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς §15.658καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
阿尔戈斯人被迫从最前排的战船撤退,但他们紧密地停留在帐篷旁边,没有在军营中溃散;因为羞耻和恐惧阻止了他们;他们向彼此大声地呼喊着。
§15.659Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν §15.660λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· §15.661ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ §15.662ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος §15.663παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, §15.664ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
此时,阿开亚人的护卫者格勒尼亚的涅斯托耳,跪求每一个男人,以他们的父母的名义恳求道: “朋友们,做男子汉吧,在心中树立对其他人的羞耻心,每个人都要在心中想起孩子、妻子、财产以及父母,无论这些亲人是依然在世,还是已经离世。
§15.665τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων §15.666ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
为了那些不在现场的亲人,我在此恳求你们,坚定地站立,切莫转身逃跑。
§15.667ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 他这样说,激发起每个人的力量和斗志。
§15.668τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη §15.669θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν §15.670ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
雅典娜将那神异的浓雾迷云从他们的眼中驱散;两边都为他们带来了极明亮的光芒,无论是战船的一侧,还是那无情战争的一侧。
§15.671Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, §15.672ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, §15.673ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
他们清楚认出了善于呐喊的赫克托耳和他的伙伴们,无论是那些站在后方没有参加战斗的人,还是在快速战船旁奋勇交战的人。
§15.674οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ §15.675ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· §15.676ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
这时,大阿埃阿斯那高傲的心中不再感到满足于像其他阿开亚人的儿子们那样站在后方;而是大步迈开,踏上了战船的甲板。

词汇与语法注释

  1. 15.609μαρναμένοιο — 承接前一分段末尾的 `πήληξ`(头盔)作为动词 `τινάσσετο`(摇晃)的主语。现在分词属格 `μαρναμένοιο` 修饰 `Ἕκτορος`(赫克托耳),整个属格短语限制表示地点的与格 `κροτάφοισι`(太阳穴)或主语 `πήληξ`。
  2. 15.640ἀγγελίης — 抽象名词 `ἀγγελίη` 的属格,此处用作表示目的或身份的副词性属格(“作为传令官”、“为了传令”)。与格短语 `βίῃ Ἡρακληείῃ`(“向赫拉克勒斯的力量”)指代目的地/接受者(“向伟大的赫拉克勒斯”)。
  3. 15.664ἠμὲν ὅτεῳ ζώουσι — 与格关系代词 `ὅτεῳ`(`ὅστις` 的史诗与格)和 `ᾧ`(`ὅς` 的与格)用作利害或关系的与格(“对某人而言”)。该句意为“(父母)对某人来说是活着还是已经死去”,强调无论父母生死,都与其有着切身关联。

引用这一段

荷马, 伊利亚特 §15.609-15.676. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.609-15.676

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。