Humanitext Reader

荷马 · 伊利亚特 §15.267-15.334

赫克托耳复归与阿波罗摇动埃癸斯败敌

第 133 段,共 226 段 · 希腊语

内容简介

赫克托耳在阿波罗的激励下重返战场,托阿斯建议阿开亚将领们组织精锐防御而让大众退却。阿波罗手持埃癸斯震慑阿开亚人,导致其全线溃败,特洛伊人乘胜追击并斩杀了数名将领。

§15.267ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς §15.268ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
散落在双肩;它凭恃着自己的俊美,轻快地,它的双膝将它送往马群常聚的居所和牧场。
§15.269ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα §15.270ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
正如赫克托耳在听见神明的声音后,催促着骑兵,敏捷地移动着双脚和双膝。
§15.271οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα §15.272ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· §15.273τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη §15.274εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· §15.275τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος §15.276εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· §15.277ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο §15.278νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· §15.279αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν §15.280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
他们就如同猎犬和乡野农人追逐着一只带角的鹿或野山羊,那猎物被险峻的峭壁和阴暗的密林救走,他们注定无法捉到它;然而因着他们的喧嚷,一只长着美髯的雄狮显现在道路上,立时惊退了所有人,即便他们之前正锐气十足;正如达奈人此前一直成群结队地紧紧追击,用宝剑和双刃矛刺杀;然而一旦他们看见赫克托耳在军阵中巡行,便惊恐万分,所有人的斗志都跌落到了脚底。
§15.281τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, §15.282Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι §15.283ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν §15.284νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
此时,安德赖蒙之子托阿斯向他们发表讲话,它是埃托利亚人中极杰出者,擅投标枪,且长于近战;在集会中,当年轻人们在言辞上争辩时,鲜有阿开亚人能胜过他。
§15.285ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §15.286ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι, §15.287οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας §15.288Ἕκτωρ·
他怀着好意向他们建言并说道: “啊,这真是我亲眼目睹的一件大奇迹,赫克托耳竟然逃脱了死劫,再次站立起来!
ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου §15.289χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
确实,我们每个人的心中曾深信,他已死于特拉蒙之子埃阿斯的手下。
§15.290ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν §15.291Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, §15.292ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε §15.293Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
但定是某位神明再次解救并保全了赫克托耳,他此前确实使许多达奈人双膝瘫软,我想现在也将如此;因为若非得蒙雷霆大作的宙斯的应允,他绝不会如此斗志昂扬地站立在最前列。
§15.294ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
来吧,正如我所说,让我们大家都顺从。
§15.295πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· §15.296αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, §15.297στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες §15.298δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα §15.299θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
我们命令大众退回战船;而我们自己,所有自许为军中最优秀的人,坚守阵地,看我们能否首先迎上前去,举起长矛将他挡住;我想,纵然他斗志高昂,心中也定会畏惧冲入达奈人的大队之中。
§15.300ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
” 他这样说,他们便欣然听从并顺办。
§15.301οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα §15.302Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ §15.303ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες §15.304Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω §15.305ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
那些围绕在埃阿斯和主宰伊多墨纽斯、帖乌克罗斯、梅里奥内斯以及堪比阿瑞斯的墨格斯周围的人,召集起勇士,整顿战线迎击赫克托耳和特洛伊人;而在后方,阿开亚的大众则向战船退去。
§15.306Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ §15.307μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων §15.308εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν §15.309δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς §15.310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· §15.311τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
特洛伊人结队向前猛冲,赫克托耳迈着大步引领着他们;在他前面走着弗伊波斯·阿波罗,双肩披拂着云雾,手里拿着那面猛烈、可怕、周边饰有流苏、绚丽夺目的埃癸斯,这是铜匠赫菲斯托斯赠予宙斯、用以震慑凡人的;他将此物握在手中,引领着军队。
§15.312Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ §15.313ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ §15.314θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν §15.315ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, §15.316πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν §15.317ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
阿尔戈斯人也结队坚守,双方升起尖锐的呐喊,箭矢从弓弦上飞跃而出;许多由勇猛之手投出的长矛,有的插在英勇善战的青年肉体中,还有许多在触及洁白的肌肤之前,就半路立在泥土中,渴望着饱食血肉。
§15.318ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, §15.319τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
只要弗伊波斯·阿波罗用双手静静地持着埃癸斯,双方的兵刃就依然猛烈交击,军士们纷纷倒下。
§15.320αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων §15.321σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν §15.322ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
然而当他直视着那些拥有捷马的达奈人的面庞,抖动起埃癸斯,并亲自发出一声极大的呐喊时,他便迷惑了他们胸中的灵魂,使他们忘却了猛烈的武勇。
§15.323οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν §15.324θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ §15.325ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, §15.326ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων §15.327ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
他们如同牛群或一大群绵羊,在黑夜的深处,在牧人不在场时,被两只突然而至的野兽驱散骚乱一般,阿开亚人就这样无力地溃逃了;因为阿波罗在他们之中降下了恐慌,而将荣耀赋予了特洛伊人和赫克托耳。
§15.328ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
在溃散的混战中,每个人都斩杀了对手。
§15.329Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, §15.330τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, §15.331τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· §15.332Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
赫克托耳杀死了斯提基奥斯和阿尔刻西劳斯,前者是身着青铜甲的波奥提亚人的领袖,后者是胸怀大志的墨涅斯透斯的忠实同伴;埃涅阿斯则剥取了梅冬和伊阿索斯的甲胄。
§15.333ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο §15.334ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
梅冬确是神圣的奥伊琉斯之庶子,埃阿斯的兄弟;但他居住在

词汇与语法注释

  1. 15.267ἀγλαΐηφι — 名词 ἀγλαΐα 的古老具格/与格单数形式(带有史诗后缀 -φι),在此处作为分词 πεποιθώς(“凭恃、信赖”)的补足语。
  2. 15.274οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν — 不定式 κιχήμεναι(“追上、捕捉”)作为非人称句 αἴσιμον ἦεν(“是命中注定的”)的主语,与格代名词 σφι(“对他们而言”)表示动作的主体。
  3. 15.283ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν / νίκων — 代名词 ἑ 是动词 νίκων(“战胜、胜过”)的单数第三人称直接宾格宾语(指托阿斯),主语是名词短语 παῦροι Ἀχαιῶν(“阿开亚人中的极少数人”)。
  4. 15.298τὸν δʼ οἴω... δείσεσθαι — 由动词 οἴω(“我想”)引导的带对格不定式结构。对格指示代名词 τὸν(指赫克托耳)作为将来时不定式 δείσεσθαι(“将畏惧”)的逻辑主语。
  5. 15.316πάρος χρόα λευκὸν ἐπαυρεῖν — 连词 πάρος(在此处等同于 πρίν,“在……之前”)与不定式 ἐπαυρεῖν(“触及、享受”)连用,其直接宾语是 χρόα λευκὸν(“白皙的肌肤”)。

引用这一段

荷马, 伊利亚特 §15.267-15.334. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.267-15.334

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。