居住在远离祖国的皮拉刻,因为他杀死了一个人,那人是他继母艾里奥皮斯(奥伊琉斯所娶之妻)的兄弟。
另一方面,伊阿索斯被立为雅典人的领袖,他被称为斯斐洛斯之子,而斯斐洛斯则是步科罗斯之子。
§15.339Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης §15.340πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
普琉达马斯杀死了墨克斯透斯,波利特斯杀死了埃奇奥斯在首战之中;而高贵的阿革诺耳杀死了克罗尼奥斯。
§15.341Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε §15.342φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
帕里斯在最前线的战士中间,击中了正在逃跑的得伊奥科斯肩的根部,并让青铜枪刃彻底穿过。
§15.343ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ §15.344τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ §15.345ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
就在他们剥取这些尸体的盔甲时,阿开亚人陷入了挖掘出的壕沟和栅栏(逆茂木)之中,四处逃窜,被迫退入城墙内部。
§15.346Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας §15.347νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα· §15.348ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, §15.349αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε §15.350γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, §15.351ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
赫克托耳大声呼喊,召令特洛伊人向战船发起冲锋,弃置那些血染的战利品: “若我看见任何人呆在别处、远离战船,我定要在原地赐他一死,他也绝不能在死后让兄弟姐妹为他举行火葬,而是任由狗群在我们城前撕扯。
§15.352ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους §15.353κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ §15.354πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους §15.355ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων §15.356ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων §15.357ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον §15.358μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ §15.359γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
” 话音刚落,他用皮鞭猛击马的肩膀,沿着军列鼓动特洛伊人;而他们与他一道,齐声怒吼,驾驭着拉车的战马,发出惊天的喧嚣;而在他们前方,弗伊波斯·阿波罗用双脚轻易地踩坍深沟的堤岸,填入沟中,并架设起一条通道,这通道既长且宽,其距离等同于一个人为了试力而投掷标枪所达到的范围。
§15.360τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων §15.361αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν §15.362ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, §15.363ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν §15.364ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
他们成群结队地顺着通道向前奔流,阿波罗在前面手持尊贵的埃癸斯引路;他摧毁了阿开亚人的城墙,极其轻易,正像一个孩子在海边玩沙,在他因幼稚而做成了好玩的沙堆后,又在嬉戏中用手脚把它们重新踩平。
射手弗伊波斯啊,正是这样,你使阿尔戈斯人长久的劳苦和痛苦付诸东流,并在他们中激发起惊惶。
§15.367ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, §15.368ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι §15.369χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
这样,他们被制止,留在了战船旁,彼此大声呼求,向所有的神明举起双手,每一个人都高声祈祷。
§15.370Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν §15.371εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· §15.372Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ §15.373ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων §15.374εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, §15.375τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, §15.376μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
而阿开亚人的守护者、杰热尼亚的内斯托尔尤为虔诚,向着星空伸出双手祈求道: “父宙斯,若曾有人在盛产麦子的阿尔戈斯,为你烧献公牛或绵羊的肥美大腿,祈求归乡,而你也曾允诺并点头同意;奥林匹斯之神啊,求你铭记这些,驱散那无情之日,勿让阿开亚人就这样被特洛伊人征服。
” 他如此祈求,睿智的宙斯发出隆隆雷声,听到了尼琉斯之子这位老人的祈祷。
§15.379Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, §15.380μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
特洛伊人一听到执埃癸斯的宙斯发出的雷声,便愈加猛烈地扑向阿尔戈斯人,心中想起了战斗的狂热。
§15.381οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο §15.382νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ §15.383ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει· §15.384ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
他们如同广阔大海中的巨浪,当狂风吹袭时、越过船舷奔涌而下—— 因为风最能推波助澜—— 特洛伊人就这样伴着巨大的呐喊冲下了城墙。
§15.385ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο §15.386ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων, §15.387οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες §15.388μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο §15.389ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
他们驾马冲入,在船尾短兵相接,用双刃枪厮杀:有的坐在战车上,有的则爬上高高的黑色战船,在船上用长长的船矛攻击——这些长矛本就备在战船上,是用来打海战的、拼接而成且头装青铜的。
§15.390Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε §15.391τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, §15.392τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο §15.393ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ §15.394φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
普特洛克勒斯,只要在阿开亚人和特洛伊人在远离捷船的城墙周围战斗之时,他便一直坐在和蔼的欧律皮洛斯的营帐内,用言语宽慰他,并在他痛苦的伤口上撒上能够缓解剧痛的疗伤药。
§15.395αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε §15.396Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, §15.397ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ §15.398χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· §15.399Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης §15.400ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
然而当他察觉到特洛伊人已向城墙发起猛冲,而达奈人中升起喧嚷与溃败之时,他哀叹一声,用双手掌拍击着大腿,悲伤地说道: “欧律皮洛斯啊,即便你有所渴望,我也无法在这里多留:因为巨大的纷争已经兴起。
§15.401ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε §15.402σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
但愿你的随从能抚慰你,而我将急奔向阿基琉斯,好敦促他参战。
ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
朋友的劝导总是大有裨益的。 ”