Humanitext Reader

荷马 · 伊利亚特 §15.198-15.266

波塞冬撤出战场与阿波罗复活赫克托耳

第 132 段,共 226 段 · 希腊语

内容简介

波塞冬听从伊里斯的劝告,虽感愤怒仍退出了战场。随后宙斯派阿波罗去使赫克托耳复苏,赫克托耳获得神力并重新投入战斗。

§15.198ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, §15.199οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
用严厉的话语去训斥他自己所生的儿女,他们因着被迫也会听从他的唆使。
§15.200τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· §15.201οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα §15.202τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
” 捷足风行的伊里斯接着回答他: “执掌大地者、黑发之神啊,难道我真的要向宙斯带去这既无情又强硬的言辞吗?
§15.203ἦ τι μεταστρέψεις;
还是你会有所转变?
στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
高尚者的心意确实是容易转变的。
§15.204οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
你知道,复仇女神总是跟随着年长者。
§15.205τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· §15.206Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· §15.207ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
” 震地神波塞冬又对她说道: “女神伊里斯,你这话确实说得合乎分寸;当使者懂得适宜之理时,这本身也是一件好事。
§15.208ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει §15.209ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ §15.210νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
但这可怕的痛苦直刺我的心灵和胸膛,每当他企图用愤怒的话语去斥责与他享有同等份额、命定相同地位的人。
§15.211ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· §15.212ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· §15.213αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης §15.214Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος §15.215Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει §15.216ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, §15.217ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
但在此时,我虽愤恨,也仍将退让;但我要告诉你另一件事,并在心中发出这个威胁:如果不顾我,也不顾掠夺者雅典娜、赫拉、赫尔墨斯以及赫菲斯托斯主宰,执意要放过陡峭的伊利翁,不愿将其毁灭并把伟大的胜利赋予阿耳戈斯人,让他知道这一点:在我们两人之间将存有无法化解的愤怒。
§15.218ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, §15.219δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
” 震地神说完便离开阿开亚军旅,走入并沉入大海,阿开亚的英雄们都怀念着他。
§15.220καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· §15.221ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν· §15.222ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος §15.223οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν §15.224ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, §15.225οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
此时,集云者宙斯对阿波罗说道: “现在去吧,亲爱的弗伊波斯,到披挂青铜盔的赫克托耳那里去;因为那执掌大地、震动大地的神已然避开我们高耸的怒火,回到了神圣的大海中;否则,连那些在克罗诺斯周围、居住于地底处的其他神明也会听闻我们的争斗。
§15.226ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ §15.227ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε §15.228χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
但这对于我和他自己来说,都要好得多,即他虽愤恨,却预先屈服于我的双手之前,因为否则这事绝不能在不流汗的情况下解决。
§15.229ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν, §15.230τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· §15.231σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· §15.232τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ §15.233φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
但你且在手中拿好那饰有流苏的埃癸斯,用力抖动它来惊吓阿开亚的英雄们;而你,远射之神啊,要亲自看顾光辉的赫克托耳;并在那时激起他巨大的力量,直到阿开亚人溃逃至他们的战船和赫勒斯滂。
§15.234κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, §15.235ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
此后我将亲自在言语和行动上谋划,如何能让阿开亚人再次从劳苦中喘息过气来。
§15.236ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, §15.237βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς §15.238ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
” 他这样说,阿波罗并未违抗父亲的命令,像一只捕杀斑鸠的迅捷鹰隼般,从伊达山脉下飞,那是飞禽中最快捷的一种。
§15.239εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον §15.240ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, §15.241ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς §15.242παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
他找到了睿智普里阿摩斯之子、高贵的赫克托耳,他正坐着,不再躺卧,刚刚开始聚拢起精气,认出了身边的伙伴;而他的喘息和汗水正在平息,因为执盾者宙斯的意志唤醒了他。
§15.243ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· §15.244Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων §15.245ἧσʼ ὀλιγηπελέων;
远射之神阿波罗站在近旁,对他说: “普里阿摩斯之子赫克托耳啊,你为何远离众人,如此无力地坐着?
ἦ πού τί σε κῆδος ἱκάνει;
莫非是有什么痛苦侵袭了你?
§15.246τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· §15.247τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
” 气息奄奄的闪盔赫克托耳回答他: “众神中最好的一位啊,你是谁,竟当面询问我?
§15.248οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν §15.249οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας §15.250χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
难道你不知道,在阿开亚人战船的船尾旁,正当我斩杀他的同伴时,擅长呐喊的埃阿斯用一块大石击中我的胸膛,遏制了我猛烈的勇武?
§15.251καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο §15.252ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
确实,我曾以为自己在这一天将得见死者和哈德斯的府邸,就在今天,因为我当时正要吐出我亲爱的生命。
§15.253τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· §15.254θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων §15.255ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν §15.256Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ §15.257ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
” 远射的主宰阿波罗再次对他说: “现在鼓起勇气吧;克罗诺斯之子已从伊达山派出了这样一位助手来到你身边守护你、保卫你,那就是手持金剑的弗伊波斯·阿波罗,他在此前也曾保护过你,既保护你自身,也保护你险峻的城池。
§15.258ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι §15.259νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· §15.260αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον §15.261πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
但来吧,现在命令你众多的骑兵,朝着空心的战船驱赶他们快捷的骏马;而我将亲自走在骏马之前,将所有的道路铲平,并让阿开亚的英雄们败退。
§15.262ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
” 他这样说着,便将伟大的力量吹入了这位民之牧者的体内。
§15.263ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ §15.264δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων §15.265εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο §15.266κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
犹如一匹养在马厩中、在饲料槽旁饱食大麦的骏马,挣脱了缰绳,在平原上踏着蹄声飞奔,习惯了在流水平缓的河中沐浴,得意扬扬;它高昂着头,而那鬃毛

词汇与语法注释

  1. 15.198ἐνισσέμεν — 此不定式作前一行(第197行)中 βέλτερον εἴη(……会更好)的主语,表达了波塞冬的讽刺,意即宙斯用严厉的话语去训斥自己所生的儿女才更合适。
  2. 15.204ὡς — 引导 οἶσθα(你知道)的宾语从句,意为“……这件事”或“如何……”。这反映了当时的道德观念与信仰,即复仇女神会维护长者的权力和秩序,这对波塞冬是一个强有力的警告。
  3. 15.213αἴ κεν — 条件小词 κέ(ν) 与 αἴ(εἰ 的方言形式)连用通常引导虚拟语气,但此处却接未来直说语气(πεφιδήσεται)。这种荷马式的用法生动地强调了说话者强烈预期或担忧的未来假设性事态。
  4. 15.240νέον — 形容词 νέος 的中性单数宾格在此作副词用,意为“刚刚”或“重新”。它修饰未完成过去时动词 ἐσαγείρετο(正在恢复神志),生动地描绘了赫克托耳从濒死状态中刚刚开始清醒过来的瞬间。

引用这一段

荷马, 伊利亚特 §15.198-15.266. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.198-15.266

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。