§14.299ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
却不见有马匹和战车可供你乘坐。
§14.300τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· §14.301ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, §14.302Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, §14.303οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
” 尊贵的赫拉心中怀着诡计回答他道: “我正要去探望那孕育万物的大地的边缘,去看望神明的源头俄刻阿诺斯和母亲忒堤斯,他们曾在自己的殿堂里悉心养育、抚养过我。
§14.304τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· §14.305ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται §14.306εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
我要去探望他们,调停他们之间无休止的争端;因为自从愤怒降临于他们的心中,他们已经很久不肯同床共枕、恩爱交欢了。
§14.307ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης §14.308ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
我的马匹正停留在多泉的伊达山麓,它们将载着我跨越陆地与海洋。
§14.309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, §14.310μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ §14.311οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
但如今我正是为了你的缘故,才从奥林匹斯来到这里,免得以后我若不声不响地前往深流的俄刻阿诺斯的府邸,你会对我大发雷霆。
§14.312τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §14.313Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, §14.314νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
” 聚云的宙斯回答她道: “赫拉,去那里以后也完全去得,让我们俩来吧,同床共枕,在爱河中尽情欢愉。
§14.315οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς §14.316θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, §14.317οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, §14.318ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· §14.319οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, §14.320ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· §14.321οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, §14.322ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· §14.323οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, §14.324ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· §14.325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· §14.326οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, §14.327οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, §14.328ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
因为从未有过对任何女神或凡间女子的爱意,像这样涌入并占据了我的胸膛、降伏了我的心灵,无论是我迷恋伊克西翁的妻子时,她生下了智慧过人、堪比神明的皮里托奥斯;还是我迷恋那有着美丽踝骨的阿克里西奥斯之女达那厄时,她生下了凡人中最杰出的珀耳修斯;还是我迷恋那远近闻名的腓尼基之女时,她为我生下了米诺斯和神一样的拉达曼迪斯;还是我在忒拜迷恋塞墨勒和阿尔克墨涅时,阿尔克墨涅生下了坚强勇敢的儿子赫拉克勒斯,而塞墨勒生下了作为凡人喜悦的狄奥尼索斯;还是我迷恋那美发的王后德墨忒尔时,还是我迷恋那享有盛誉的勒托时,还是迷恋你自身时,都不曾像现在这样,我对你充满爱慕,甜蜜的渴望攫住了我。
” 尊贵的赫拉心中怀着诡计回答他道: “可怕的克罗诺斯之子,你说了些什么话啊!
§14.331εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι §14.332Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· §14.333πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων §14.334εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν §14.335πεφράδοι;
如果你现在渴望在伊达山的顶峰同床共枕、恩爱交欢,这里的一切可都一览无余;如果长生不死的众神中有人看见我们正在熟睡,并去告诉所有的神明,那该如何是好?
οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην §14.336ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
我可绝不想从床上起来后走回你的宫殿,那将是一件令人羞耻的事情。
§14.337ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, §14.338ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
但如果你确实渴望如此,且你的心中以此为乐,你不是有一间寝室吗?
§14.339Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· §14.340ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
那是你心爱的儿子赫淮斯托斯为你建造的,并在门框上安设了紧闭的门扉;既然你渴望同床,就让我们去那里躺下吧。
§14.341τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §14.342Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν §14.343ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω §14.344χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, §14.345οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
” 聚云的宙斯回答她道: “赫拉,不要害怕有任何神明或凡人会看见我们;我将用这样一朵黄金般的云彩笼罩你,即使是那视力最敏锐、遍照万物的赫利俄斯,也无法穿透它看见我们。
§14.346ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· §14.347τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, §14.348λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον §14.349πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
” 话音刚落,克罗诺斯之子便用双臂抱住了他的妻子;在他们身下,神圣的大地长出新鲜娇嫩的青草,还有带露的莲花、藏红花和风信子,茂密而柔软,将他们高高地与地面隔开。
他们躺在其中,身上披着一朵美丽的、金光灿灿的云彩;晶莹的露珠从中滴落。
§14.352ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, §14.353ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
就这样,父亲在加尔加罗斯的顶峰静静地睡去,为睡眠和爱情所征服,双臂紧抱着他的妻子。
§14.354βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος §14.355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· §14.356ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §14.357πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, §14.358καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει §14.359Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· §14.360Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
甜蜜的修普诺斯则跑向阿开亚人的船只,向环绕大地的震地神报告消息;他站在他的身边,用轻捷的话语说道: “波塞冬,现在请尽情帮助达那奥斯人吧,赐予他们荣耀,哪怕只有片刻,趁宙斯还在沉睡;因为我已经用温柔的梦乡将他笼罩,而赫拉已经诱使他同床共枕、恩爱交欢。
§14.361ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, §14.362τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
” 说完这些,他便离去,前往凡人显赫的部族,而这更加激发了波塞冬去援助达那奥斯人。
§14.363αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· §14.364Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην §14.365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
他立刻跃入最前锋,大声命令道: “阿耳戈斯人,难道我们又要将胜利让给赫克托耳,那普里阿摩斯之子,好让他夺取船只并赢得光荣吗?
§14.366ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς §14.367νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· §14.368κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι §14.369ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
是啊,他就是这样说并如此吹嘘的,因为阿基琉斯心怀怒火,留在中空的战船旁;但只要我们其余的人互相激励、并肩作战,对他也就没有那么渴求了。
§14.370ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §14.371ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται §14.372ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι §14.373κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες §14.374ἴομεν·
来吧,让我们所有人都照我说的去做:佩戴起军中最好、最大的盾牌,用闪亮的头盔遮住头部,手中握紧最长的长矛,冲锋吧!
αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
我将走在最前面,我绝不认为……”