Humanitext Reader

荷马 · 伊利亚特 §14.375-14.446

大埃阿斯投石击伤赫克托耳

第 127 段,共 226 段 · 希腊语

内容简介

波塞冬引领希腊军队,两军爆发了激烈的交锋。大埃阿斯用巨石击中赫克托耳,使其重伤被抬离战场,这使得希腊人精神大振。

§14.375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
普里阿摩斯之子赫克托耳纵然极度渴望,也绝无法再支持下去。
§14.376ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, §14.377χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
” “凡是坚守阵地、但肩上只挂着小盾的勇士,让他把小盾让给较弱的战士,而自己换上更大的盾牌。
§14.378ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
” 他这样说,他们都认真听从并顺从了。
§14.379τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ §14.380Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· §14.381οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον· §14.382ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
尽管身负重伤,诸王亲自整顿队伍,他们是杜丢斯之子、奥德修斯以及阿特柔斯之子阿伽门农;他们走遍全军,更换了战斗的武具;骁勇者换上精良的盔甲,而将较差的让给较弱的人。
§14.383αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν §14.384βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων §14.385δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ §14.386εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι §14.387ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
及至他们全身披戴上闪亮的青铜铠甲,便向前进发;震地神波塞冬引领着他们,他宽大的手中握着一把可怕的长刃利剑,宛如一道闪电;在悲惨的战斗中,凡人绝不可与其交锋,唯有恐惧使众人却步。
§14.388Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
另一边,光荣的赫克托耳也整顿了特洛伊人的队伍。
§14.389δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν §14.390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, §14.391ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
就在那时,他们拉紧了最可怕的战争之网,那是黑发的波塞冬与光荣的赫克托耳,一个援助特洛伊人,另一个援助阿耳戈斯人。
§14.392ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε §14.393Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
海水汹涌,冲刷着阿耳戈斯人的营帐和战船;双方伴随着巨大的呐喊声碰撞在一起。
§14.394οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον §14.395ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· §14.396οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο §14.397οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην· §14.398οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι §14.399ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, §14.400ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ §14.401δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
海浪冲击着陆地,其喧嚣也不曾这般震耳,当它在狂暴的北风吹拂下从深海席卷而来之时;熊熊烈火的咆哮也不曾这般震天,当它在山谷中腾起,燃尽整片林木之时;狂风在枝叶茂密的橡树间喧嚣,也不曾这般尖厉,哪怕是它在狂怒中发出最响亮的轰鸣;而这正是特洛伊人与阿开亚人呐喊的声浪,当他们互相冲锋时,发出了可怕的狂呼。
§14.402Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ §14.403ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε, §14.404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, §14.405ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· §14.406τώ οἱ ῥυσάσθην τέρενα χρόα.
首先,光荣的赫克托耳朝着埃阿斯投掷出长枪,因为埃阿斯正迎面朝着他,且他并未投偏,击中了他胸前纵横交叉的两条皮带,一条用来背负护盾,另一条用来佩挂嵌银钉的宝剑;这两条皮带保护了他娇嫩的肌肤。
χώσατο δʼ Ἕκτωρ, §14.407ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, §14.408ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
赫克托耳大怒,因为那飞快的武器白白地从他手中飞出,他便退回到他的战友群中,以避开死神。
§14.409τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας §14.410χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν §14.411πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας §14.412στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, §14.413στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.
见他退去,忒拉蒙之子大埃阿斯用一块大石击中了他——当时有许多作为轻捷战船支架的石块,在战斗者的脚下滚落,他抱起其中一块,击中了他的胸部,越过盾牌边缘,靠近脖颈处,这一石击得他像陀螺般旋转,立足不稳,四处翻滚。
§14.414ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς §14.415πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ §14.416ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται §14.417ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, §14.418ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
宛如在父亲宙斯的一击下,一棵橡树连根拔起而倒下,可怕的硫磺气味从中散发出来,近旁目睹此景的人也难保勇气,因为伟大宙斯的雷霆非同小可;同样地,赫克托耳的力量立时轰然倒在尘埃之中。
§14.419χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη §14.420καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
长枪从他手中脱落,他的圆盾、还有头盔也都压在他身上,精雕细琢的青铜铠甲在他身旁发出铿锵之声。
§14.421οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν §14.422ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς §14.423αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν §14.424οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι §14.425Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ §14.426Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
此时阿开亚人的子弟们大声呐喊着冲上前来,企图将他抢夺过去,他们投射出密集的标枪;但谁也未能刺中或伤及这位人民的牧者,因为在此之前,最优秀的勇士们已经护住了他,那是普利达马斯、埃涅阿斯和神一样的阿革诺耳,还有吕基亚人的领袖萨尔佩冬以及完美的葛劳科斯。
§14.427τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν §14.428ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ.
其他人也没有人疏忽他,反而在他身前举起圆满的盾牌遮挡。
τὸν δʼ ἄρʼ ἑταῖροι §14.429χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους §14.430ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο §14.431ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· §14.432οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
他的伙伴们用双手将他抬起,抱离了激烈的战场,直走到那快速的马匹旁,这些马正停留在战线和战场后方,备有御者和装饰华美的战车;它们载着因重伤而痛苦叹息的他,奔向城池。
§14.433ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο §14.434Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, §14.435ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ §14.436χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, §14.437ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν· §14.438αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε §14.439νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.
但当他们来到那流向优美的河水渡口,即不朽宙斯所生的、漩涡滚滚的克桑托斯河,他们便将他从车上抬到地面,往他身上浇水;他便苏醒过来,睁开双眼向上看,跪坐起身,吐出了黑红的鲜血;随即他又往后倒在地上,黑夜遮蔽了他的双眼;因为那一击依然压制着他的神智。
§14.440Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα §14.441μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
而阿耳戈斯人一见赫克托耳退场,便更加凶猛地向特洛伊人扑去,心中重燃斗志。
§14.442ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας §14.443Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι §14.444Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων §14.445Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
此时,奥伊琉斯之子快速的埃阿斯首当其冲,纵身跃起,用尖锐的长枪刺中了萨特尼奥斯,也就是埃诺普斯之子;他是由一位完美的奈阿斯水仙产给那在萨特尼奥伊斯河畔放牧牛群的埃诺普斯的。
§14.446τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
奥伊琉斯之子,那以枪名扬天下的战士,向他逼近,并……

词汇与语法注释

  1. 14.375Ἕκτορα... μενέειν — 这是一个受第374行“οὐδʼ ἔτι φημὶ”支配的带对格的不定式结构。分词“μεμαῶτα”在格上与主语对格“Ἕκτορα”一致,意为“我说赫克托耳即使极其渴望,也无法再坚持下去”。
  2. 14.386τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι — 不定式“μιγῆναι”(源自μείγνυμι,意为“交锋、接触”)在此处表示“与之交锋”或“与其接战”。这表明,凡人在战斗中与波塞冬那如闪电般的神剑交手,是违背天意或神圣法则(θέμις)的。
  3. 14.413στρόμβον δʼ ὣς ἔσσευε — 动词“ἔσσευε”(源自σεύω,意为“使……快速旋转”)的直接宾语是赫克托耳。石块的重击使他像陀螺(“στρόμβον ὣς”)一般旋转。接下来的“περί δʼ ἔδραμε”描绘了他本人旋转着倒地不起的景象。

引用这一段

荷马, 伊利亚特 §14.375-14.446. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:14.375-14.446

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。