Humanitext Reader

荷马 · 伊利亚特 §14.224-14.298

赫拉说服修普诺斯与二人前往伊达山

第 125 段,共 226 段 · 希腊语

内容简介

赫拉与阿佛洛狄忒分手后,前往雷姆诺斯岛说服睡眠之神修普诺斯去迷惑宙斯,并以美惠女神帕西忒亚的婚事作为回报。两人一同前往伊达山,修普诺斯隐藏身形,而赫拉则出现在宙斯面前,瞬间俘获了宙斯的心。

§14.224ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, §14.225Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
宙斯的女儿阿佛洛狄忒向自己的殿宇走去,而赫拉则飞身跃下,离开了奥林匹斯的山脊。
§14.226Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν §14.227σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα §14.228ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
她踏上皮埃里亚和美丽的埃马提亚,掠过养育骏马的色雷斯人那白雪皑皑的山峦,掠过那些最高峰;她的双脚甚至不曾触及地面。
§14.229ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, §14.230Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
她从阿索斯山跨入波涛汹涌的大海,来到了雷姆诺斯,那神圣的托阿斯的城池。
§14.231ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, §14.232ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §14.233Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, §14.234ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν §14.235πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
在那里她遇到了死亡的兄弟修普诺斯,她握住他的手,开口呼唤他的名字说道: “修普诺斯,众神与凡人的主宰,如果你以前曾听从过我的话,那么现在也请顺从我;我将终生对你心存感激。
§14.236κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ §14.237αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
请替我让宙斯眉宇下那双闪亮的眼睛合上,就在我与他同床共枕、恩爱交欢之后。
§14.238δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ §14.239χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις §14.240τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, §14.241τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
我将送给你一份礼物,一座精美而永不朽坏的黄金宝座;我那跛足的儿子赫淮斯托斯会用精湛的手艺打造它,并在下面安放一个脚凳,让你在饮宴时能将那光洁的双脚靠在上面。
§14.242τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· §14.243Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο §14.244ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων §14.245ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα §14.246Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· §14.247Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην §14.248οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
” 甜蜜的修普诺斯回答她道: “高贵的女神赫拉,伟大的克罗诺斯之女,若是长生不死的众神中的其他任何一位,我都能轻易使其入睡,即便是那万物之源大河俄刻阿诺斯的滔滔洪流;但对于克罗诺斯之子宙斯,我绝不敢轻易接近,更不敢让他入睡,除非他亲自下达命令。
§14.249ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ §14.250ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς §14.251ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
因为在另一个时候,你的命令就已经让我警醒,就在宙斯那心高气傲的儿子摧毁了特洛伊人的城池、从伊利奥斯扬帆启航的那天。
§14.252ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο §14.253νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ §14.254ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, §14.255καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας §14.256νόσφι φίλων πάντων.
那时我使携盾宙斯的心智沉睡,温柔地将他笼罩;你却在心中对他密谋不轨,在海上激起狂风恶浪,随后将他吹到了人烟稠密的科斯岛,远离了他所有的亲友。
ὃ δʼ ἐπεγρόμενος χαλέπαινε §14.257ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων §14.258ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, §14.259εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
他醒来后怒不可遏,在神殿里四处乱摔神明,而他最想要搜寻的便是我;他本会将我从高空抛入大海,使我消逝无踪,若非降伏神凡的黑夜女神救了我。
§14.260τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. §14.261ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
我逃到了她那里,他虽然愤怒也只得作罢,因为他害怕做出违背迅捷黑夜意愿的事情。
§14.262νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
如今你却又命令我去做这件不可能完成的事情。
§14.263τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· §14.264Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
” 牛眼睛的尊贵赫拉再次对他说: “修普诺斯,你为何在心中忧虑这些?
§14.265ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν §14.266ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
难道你认为宽广声音的宙斯会因为帮助特洛伊人,而像为他的儿子赫拉克勒斯那样大发雷霆吗?
§14.267ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων §14.268δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
来吧,我将把年轻的美惠女神中的一位嫁给你,让她成为你的妻子。
§14.270ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· §14.271ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, §14.272χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, §14.273τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες §14.274μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, §14.275ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων §14.276Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
” 她这样说着,修普诺斯十分高兴,便回答道: “那么,现在请向我指着誓言难违的斯堤克斯之水发誓,一只手抚摸丰饶的大地,另一只手扶着波光闪烁的大海,好让冥府下环绕克罗诺斯的所有神明都作我们的证人,证明你确实会将年轻的美惠女神中的一位帕西忒亚赐予我,那是我朝思暮想的爱人。
§14.277ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, §14.278ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας §14.279τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
” 听了这话,白臂女神赫拉没有拒绝,而是按照他的要求发了誓,并呼唤了塔耳塔洛斯之下被称为提坦的所有神明的名字。
§14.280αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, §14.281τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε §14.282ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
当她完成并结束了誓言后,两人便出发了,离开了雷姆诺斯和伊姆布罗斯的城池,他们身披浓雾,迅速地赶路。
§14.283Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν §14.284Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου §14.285βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
他们来到了多泉且为野兽之母的伊达山,到达了莱克同,在那里他们首次离开了大海;两人踏上陆地,高耸的森林在他们的脚下颤动。
§14.286ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι §14.287εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ §14.288μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
在那里,修普诺斯为了不让宙斯的眼睛看见,留在了后面,爬上了一棵极为高大的冷杉树,那是当时在伊达山上长得最高、穿过浓雾直插云霄的树木。
§14.289ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν §14.290ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι §14.291χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
他坐在密布的冷杉树枝间,宛如一只声音清脆的鸟,在山中众神称之为卡尔克斯,凡人称之为丘敏迪斯。
§14.292Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον §14.293Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
赫拉则迅速登上了高耸的伊达山顶峰加尔加罗斯;聚云的宙斯看见了她。
§14.294ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, §14.295οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι §14.296εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
就在看见她的一瞬间,爱情笼罩了他那聪慧的心灵,仿佛当初他们瞒着亲爱的父母、偷偷走向床榻、初次交欢时那般。
§14.297στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §14.298Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
他站在她面前,开口呼唤她的名字说道: “赫拉,你怀着什么心愿从奥林匹斯来到这里? ”

词汇与语法注释

  1. 14.235ἰδέω — 虚拟语气(短母音音变形式,用于短语 χάριν εἰδέναι,等同于雅典方言的 εἰδῶ)。与虚词 κέ (κε) 连用,表示对未来行为的明确意愿或预期(“我将永远心存感激”)。
  2. 14.248ὅτε μὴ αὐτός γε κελεύοι — 使用祈愿语气的否定条件从句(ὅτε μή + 祈愿语气)。表示一种概括性的或委婉的例外与假定:“除非他亲自命令”。
  3. 14.258καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ — 过去事实的反虚拟条件句。主句使用虚词 κέ 连同直陈式过去时(ἔμβαλε),条件句位于下一行(14.259),由 εἰ μή 连同直陈式过去时(ἐσάωσε)构成,意为“若非黑夜女神救了我,他早已将我扔进大海”。

引用这一段

荷马, 伊利亚特 §14.224-14.298. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:14.224-14.298

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。