§14.299ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης. §14.300τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· §14.301ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, §14.302Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, §14.303οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
and yet no horses are at hand, nor chariots, whereon you might mount." Then with guileful intent queenly Hera spoke to him: "I am going to visit the limits of the all-nourishing earth, and Oceanus, from whom the gods sprung, and mother Tethys, who lovingly nurtured and cherished me in their halls.
§14.304τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· §14.305ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται §14.306εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
Them I am going to see, and I will loose their endless strife; for already for a long time they hold aloof from one another, from the marriage-bed and from love, since anger has fallen upon their hearts.
§14.307ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης §14.308ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
But my horses stand at the foot of many-fountained Ida, which shall bear me over dry land and wet.
§14.309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, §14.310μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ §14.311οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. §14.312τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §14.313Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, §14.314νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
And now it is for your sake that I have come hither from Olympus, lest you should be angry with me hereafter, if in silence I should go to the house of deep-flowing Oceanus." Then Zeus, the cloud-gatherer, answered her, saying: "Hera, thither you can hasten even hereafter, but for us twain, come, let us take our joy of love, lying together.
§14.315οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς §14.316θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, §14.317οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, §14.318ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· §14.319οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, §14.320ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· §14.321οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, §14.322ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· §14.323οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, §14.324ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· §14.325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· §14.326οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, §14.327οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, §14.328ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. §14.329τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· §14.330αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
For never yet did love for goddess or mortal woman so possess and master the heart within my breast, not even when I was enamored of the wife of Ixion, who bore Pirithous, the peer of gods in counsel; nor when I loved Danaë of the fair ankles, daughter of Acrisius, who bore Perseus, most illustrious of all men; nor when I loved the daughter of far-famed Phoenix, who bore me Minos and godlike Rhadamanthys; nor when I loved Semele, nor Alcmene in Thebes, who bore Heracles, her stout-hearted son; and Semele bore Dionysus, a joy to mortals; nor when I loved Demeter, the fair-tressed queen; nor when I loved glorious Leto, nor yourself, as now I love you, and sweet desire takes hold of me." Then with guileful intent queenly Hera spoke to him: "Dread son of Cronos, what a word have you spoken!
§14.331εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι §14.332Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· §14.333πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων §14.334εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν §14.335πεφράδοι;
If now you are eager to lie in love on the peaks of Ida, where all is plain to view, how would it be if one of the everlasting gods should see us sleeping, and go and tell it to all the gods?
οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην §14.336ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
I indeed would not arise from the bed and go to your house, for that would be a shameful thing.
§14.337ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, §14.338ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν §14.339Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· §14.340ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. §14.341τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §14.342Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν §14.343ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω §14.344χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, §14.345οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. §14.346ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· §14.347τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, §14.348λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον §14.349πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
But if you indeed wish it, and it is pleasing to your heart, you have a chamber which your dear son Hephaestus fashioned for you, and fitted its strong doors to the doorposts; thither let us go and lay us down, since the bed is your pleasure." Then Zeus, the cloud-gatherer, answered her, saying: "Hera, fear not that any god or man shall behold this; with such a golden cloud will I enfold you, that not even the Sun could spy us through it, whose sight is the sharpest of all for beholding." Therewith the son of Cronos clasped his wife in his arms; and beneath them the divine earth made fresh-sprung grass to grow, and dewy lotus, and crocus, and hyacinth, thick and soft, which kept them high off the ground.
Therein they lay, and clothed themselves with a cloud, fair and golden, whence bright drops of dew fell.
§14.352ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, §14.353ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
Thus the Father slept quietly on the peak of Gargarus, vanquished by sleep and love, and held his wife in his arms.
§14.354βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος §14.355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· §14.356ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §14.357πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, §14.358καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει §14.359Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· §14.360Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. §14.361ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, §14.362τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
But sweet Sleep went running to the ships of the Achaeans to bear tidings to the earth-enfolding Earth-shaker; and standing close to him he spoke winged words: "With a ready heart now, Poseidon, aid the Danaans, and grant them glory, though it be but for a little, while yet Zeus sleeps; for I have enfolded him in soft slumber, and Hera has beguiled him to lie with her in love." So saying, he departed to the famous tribes of men, and Poseidon he aroused yet more to aid the Danaans.
§14.363αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· §14.364Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην §14.365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
Straightway he leapt forth among the foremost and commanded: "Argives, are we again to yield victory to Hector, son of Priam, that he may take the ships and win glory?
§14.366ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς §14.367νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· §14.368κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι §14.369ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
Ny, so he says and boasts, because Achilles abides by the hollow ships, angry at heart; yet of him there will be no great need, if we others bestir ourselves to aid one another.
§14.370ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §14.371ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται §14.372ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι §14.373κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες §14.374ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
But come, even as I shall bid, let us all obey: let us gird on the shields that are best and greatest in the host, and cover our heads with gleaming helmets, and take the longest spears in our hands, and go; and I will lead the way, nor do I think..."