§10.361ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ §10.362χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς, §10.363ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς §10.364λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
犹如两只尖齿猎犬不断紧迫地追赶着一只幼鹿或野兔,穿过林木茂密的地带,而被追者则悲鸣着向前奔逃,提丢斯之子(迪奥墨得斯)与毁城者奥德修斯同样将多隆从己方军中截断,始终紧追不舍。
§10.365ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι §10.366φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη §10.367Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων §10.368φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
但当多隆在逃往船只的途中即将混入哨兵时,雅典娜便将力量注入提丢斯之子,免得披铜甲的阿开亚人中有人因抢先投枪击中而夸口,而他自己却落为第二。
§10.369δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· §10.370ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι §10.371δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
强勇的迪奥墨得斯挺枪前冲,对他喝道: “要么站住,要么我用枪刺中你,我想你绝无法从我的手中长久逃脱这难免的毁灭。
§10.372ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός· §10.373δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ §10.374ἐν γαίῃ ἐπάγη·
” 他说完便投出长枪,却故意偏离了那人;擦光的枪尖从其右肩上方掠过,插进地里。
ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε §10.375βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων· §10.376χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην, §10.377χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
多隆驻足,因惊恐而颤抖,牙齿咯咯作响,口中发出颤音;他因恐惧而面色苍白,那两人则喘着粗气追上,抓住了他的双手;他流泪哭诉道: “饶我一命,我愿赎回自己。
§10.378ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον §10.379χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, §10.380τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα §10.381εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
因为家里有青铜、黄金和精工铸铁,如果我父亲得知我在阿开亚人的船旁还活着,必定会乐意给你们送来无尽的赎金。
§10.382τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §10.383θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
” 足智多谋的奥德修斯回答他说道: “放心吧,切莫把死放在心上。
§10.384ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· §10.385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος §10.386νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
但来告诉我,并如实道来:你为何在如此黑夜、在众人皆睡之时,独自一人从营中走向船只?
§10.387ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
是企图劫掠战死者的尸体吗?
ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
或者是你自己的心在驱使你?
§10.390τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα· §10.391πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, §10.392ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους §10.393δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, §10.394ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν §10.395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι §10.396ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, §10.397ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες §10.398φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι §10.399νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
” 多隆回答道,双腿在身下颤抖: “赫克托尔用许多诱惑使我丧失了心智,他许诺将显赫的佩琉斯之子的单蹄骏马和饰有青铜的战车赐予我,并命令我趁着迅疾的黑夜,接近敌军去探听快速的战船是否仍像先前那样防守,或是已经屈服于我们手下,正在私下谋划逃跑,并且不愿在夜间继续守卫,因为已被可怕的疲惫所折磨。
§10.400τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· §10.401ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς §10.402ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ §10.403ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι §10.404ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
” 足智多谋的奥德修斯微笑地对他说: “看来你的心确实渴望着一份厚礼,就是聪慧的埃阿科斯后裔(阿喀琉斯)的战马;但这些马对凡人而言是极难驯服与驾驭的,除了由不死母亲所生的阿喀琉斯。
§10.405ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· §10.406ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
但来告诉我,并如实道来:你刚才来此,将民众的牧者赫克托尔留在了何处?
§10.407ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
他的战甲置于何处,他的战马又在何处?
§10.408πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
其他特洛伊人的守卫与歇息之处又当如何?
§10.409ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
他们私下谋划些什么?
§10.410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ §10.411ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
是渴望留在远离城池的船旁,还是返回城中,既然他们已经击败了阿开亚人?
§10.412τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· §10.413τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
” 埃乌梅德斯之子多隆再次回答他: “那我必向你极真实地说明这些。
§10.414Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, §10.415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου §10.416νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως §10.417οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
赫克托尔正与那些参议之士在神圣的伊罗斯墓旁商讨计策,避开了喧嚣;至于你所问的守卫,英雄,没有任何挑选出来的岗哨在警卫或守卫营盘。
§10.418ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη §10.419οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται §10.420ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι §10.421εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· §10.422οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
在有特洛伊人火堆之处,有义务者保持清醒,并彼此叮嘱守卫;可是,那些多方招募来的盟军却在沉睡,因为他们将防守之责交给了特洛伊人;因为他们的妻子和儿女并不在身旁。
§10.423τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §10.424πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν §10.425εὕδουσʼ ἦ ἀπάνευθε;
” 智慧的奥德修斯回答他说: “那么他们现在是与驯马的特洛伊人混在一处睡觉,还是在别处?
δίειπέ μοι ὄφρα δαείω.
请告诉我,好让我知晓。
§10.426τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· §10.427τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
” 埃乌梅德斯之子多隆接着回答道: “我也定将此极准确地向你说明。
§10.428πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι §10.429καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, §10.430πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι §10.431καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
靠近海边的是卡里亚人、持弯弓的派奥尼亚人,以及雷雷格斯人、考科涅斯人和神圣的佩拉斯吉人;靠近提姆布拉的则是吕基亚人、骄傲的米西亚人,还有善于骑战的弗里吉亚人和战车统领迈奥尼亚人。
§10.432ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
但你们为何要向我如此详细地询问这一切?
§10.433εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
因为如果你们确实渴望潜入特洛伊人的群落……”