Humanitext Reader

荷马 · 伊利亚特 §10.291-10.360

多隆出探与遭到两位英雄的追击

第 87 段,共 226 段 · 希腊语

内容简介

迪奥墨得斯和奥德修斯向雅典娜祈祷后出发前往敌营。与此同时,特洛伊阵营中的多隆自告奋勇去侦察阿开亚战船以换取阿基琉斯的战马,但他被两位英雄发现并遭到追击。

§10.291ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
“愿您现在也这样心甘情愿地立于我身旁并保护我。
§10.292σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον §10.293ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· §10.294τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
我则将向您献祭一头一岁大、宽额的雌牛,它是未驯服的,还未曾有男人将它套于轭下;我将把它的双角镀上黄金来向您献祭。
§10.295ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
” 他们这样祈祷着,帕拉斯·雅典娜听到了他们的恳求。
§10.296οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, §10.297βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν §10.298ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
他们向伟大宙斯的女儿祈祷完毕,便如同两只狮子一般穿行在黑夜中,穿过屠戮,穿过尸首,穿过铠甲与黑血。
§10.299οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ §10.300εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, §10.301ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· §10.302τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· §10.303τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε §10.304δώρῳ ἔπι μεγάλῳ;
另一方面,赫克托尔也未曾让高傲的特洛伊人入睡,而是将所有的杰出人物一同召集起来,凡是特洛伊人的领袖和统治者;他把他们召集起来,谋划了一个周密的计划: “谁愿为我承接这项任务并将其完成,以换取一份厚礼?
μισθὸς δέ οἱ ἄρκιος ἔσται.
给他的赏赐必将十分丰厚。
§10.305δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους §10.306οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν §10.307ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, §10.308νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι §10.309ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, §10.310ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες §10.311φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι §10.312νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
因为我将赐予他一辆战车和两匹高颈的骏马,只要它们是阿开亚人快速船只旁最优秀的马匹,给凡是敢于——且这也会为他自己赢得荣耀—— 接近快速航行的船只,并去探听快速的船只是否仍像以前一样受到防守,还是已经屈服于我们手下,正在私下谋划逃跑,并且不愿在夜间继续守卫,因为他们已被可怕的疲惫所折磨。
§10.313ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
” 他这样说,大家便都静默无声。
§10.314ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς §10.315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, §10.316ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· §10.317αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
在特洛伊人中有一人名叫多隆,是埃乌梅德斯之子,埃乌梅德斯是神圣的传令官,富有黄金,富有青铜,多隆本人相貌丑陋,但足步轻捷;他在五个姐妹中是唯一的独子。
§10.318ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· §10.319Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ §10.320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
正是他在那时对特洛伊人和赫克托尔说道: “赫克托尔,我的心和高傲的灵魂在驱使我,接近快速航行的船只并去探听。
§10.321ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον §10.322ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ §10.323δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, §10.324σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· §10.325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι §10.326νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι §10.327βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
那么,请为我举起王笏,向我起誓,确实会将那两匹骏马和饰有青铜的战车赐予我,就是载着无瑕的佩琉斯之子的那一对,而我绝不会对你成为无用的侦察者,也不会令你失望;因为我将径直穿过军营,直到抵达阿伽门农的战船,那里优秀的将领们必定正在商议对策,是逃跑还是战斗。
§10.328ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· §10.329ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης §10.330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος §10.331Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
” 他这样说,赫克托尔便将王笏执于手中,向他起誓: “让雷声隆隆的赫拉之夫宙斯亲自作证,特洛伊人中绝不会有其他男人骑上那两匹马,而是你将因此永远享有荣耀,我如此宣誓。
§10.332ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
” 他这样说,并立下了虚假的誓言,但这极大地鼓舞了多隆。
§10.333αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, §10.334ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, §10.335κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, §10.336βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν §10.337ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
多隆当即把弯曲的弓背在肩上,并在外面披上一件灰狼的皮,头上戴着貂皮帽,手持锐利的投枪,迈步从军营向船只走去;但他注定无法从船只那里回来,将消息带给赫克托尔。
§10.338ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον, §10.339βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα §10.340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· §10.341οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, §10.342οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, §10.343ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
可是,当他一旦离开了骏马和众人的群落,便急切地沿路走去;而神圣的奥德修斯注意到了他的接近,并对迪奥墨得斯说道: “迪奥墨得斯,这人正从营盘走来,我不知道他是来窥探我们的船只,还是来劫掠那些已死的尸体。
§10.344ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο §10.345τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν §10.346καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, §10.347αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν §10.348ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
但让我们先任由他在平原上走过去一小段路;然后我们冲上前去,迅速将他擒获;但如果他凭着飞快的脚步超过了我们,你就要用长枪逼迫他,始终将他从军营引向船只的方向,绝不能让他逃回城去。
§10.349ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι §10.350κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
” 两人说完,便离开道路,隐伏在尸首中;多隆因愚蠢而迅速从一旁跑过。
§10.351ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται §10.352ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν §10.353ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· §10.354τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
但当他拉开距离,约有骡子拉犁的一段地界时 ——因为在深厚的新耕地上拉动紧固的犁,骡子确实比牛更胜一筹—— 两人便飞奔追赶,多隆听见脚步声便站住了。
§10.355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους §10.356ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
因为他心中期盼是特洛伊同伴们赶来让他回去,以为是赫克托尔催促他们来的。
§10.357ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, §10.358γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα §10.359φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
但当他们逼近到一枪之遥或更近时,他认出那是敌兵,便摆动敏捷的双膝奔逃;他们则立刻起步追击。
§10.360ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
犹如两只齿牙锐利、精于狩猎的猎犬,

词汇与语法注释

  1. 10.292βοῦν ἦνιν — 修饰名词 βοῦν(雌牛)的形容词 ἦνιν 意为“一岁的”。它与下一行的 ἀδμήτην(未驯服的,未曾上套的)一同强调,该动物是纯洁无瑕的,适合作为献祭给女神雅典娜的祭品。
  2. 10.306οἵ κεν ἄριστοι ἔωσι — 关系代名词 οἵ 伴有小词 κεν(ἄν 的荷马式变体)以及虚拟语气动词 ἔωσι(εἰμί 的三人称复数现在时虚拟语气),在关系从句中表示泛指或潜在条件(“凡是……的”)。这表明赫克托尔承诺的是届时阿开亚营地中最为优秀的任意战马。
  3. 10.324ἀπὸ δόξης — 介词短语 ἀπὸ δόξης 字面意思是“远离预期”。在此处与否定词 οὐχ 连用,表示“我不会成为一个令人失望的(不称职的)侦察兵”。虽有另一种解释为“不违背我自己的判断”,但从上下文来看,多隆是在保证自己执行任务时的忠诚与能力。
  4. 10.347προτιειλεῖν — 不定式 προτιειλεῖν(源自 προσείλω,“驱赶向……”)在此处代替命令式(即命令式不定式 infinitivus pro imperativo)。它向迪奥墨得斯下达了强烈的指令,指出若多隆企图逃跑,应当采取何种合围夹击的战术。

引用这一段

荷马, 伊利亚特 §10.291-10.360. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.291-10.360

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。