Humanitext Reader

荷马 · 伊利亚特 §10.434-10.504

处死多隆与夜袭瑞索斯营地

第 89 段,共 226 段 · 希腊语

内容简介

多隆透露了新到的色雷斯国王瑞索斯营地的位置并求饶,但仍被迪奥墨得斯斩首。随后,奥德修斯与迪奥墨得斯潜入色雷斯营地,杀死包括国王瑞索斯在内的十三人,并夺走其名马。

§10.434Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· §10.435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
“那些是新来的色雷斯人,单独在一旁,处于最边缘;在他们之中有他们的国王瑞索斯,埃伊奥纽斯之子。
§10.436τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· §10.437λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· §10.438ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· §10.439τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι §10.440ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν §10.441ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
我确实见到了他的骏马,最美丽也最雄壮;它们比雪还要白,奔跑起来如同疾风;他的战车用黄金和白银精美地装饰着;他还带来了金色的盔甲,巨大无比,见者惊叹;这绝非凡人所配穿戴,而唯配不朽的神明。
§10.442ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, §10.443ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, §10.444ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο §10.445ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
但现在,要么将我带到快速驰骋的船旁,要么用无情的绳索将我绑好留在原地,待到你们前去并验证我的话,看我向你们所说的究竟是实话,还是谎言。
§10.446τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· §10.447μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· §10.448ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
” 强勇的迪奥墨得斯狠狠地瞪着他,说道: “多隆,你千万不要在心中抱有逃跑的念头,尽管你带来了好消息,既然你已经落入了我们的手中。
§10.449εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, §10.450ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν §10.451ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· §10.452εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, §10.453οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
因为如果我现在释放你,或是放你走,日后你定会再次来到阿开亚人的快速船旁,要么是来窥探,要么是迎面交战;但如果你死在我的手下,丧失了生命,此后你就再也不会成为阿耳戈斯人的祸害了。
§10.454ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ §10.455ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε §10.456φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· §10.457φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
” 他说着,那人正要用粗壮的手抚摸他的下巴企图哀求,但迪奥墨得斯挥剑砍向他的颈项中部,宝剑一闪,将两根颈腱双双斩断;他还在发出声音,头颅就已经滚落在尘土之中。
§10.458τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο §10.459καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· §10.460καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς §10.461ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· §10.462χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ §10.463πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις §10.464πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
他们从他头上取下了貂皮头盔、狼皮、反曲弓以及长枪;高贵的奥德修斯用手将这些战利品高高举起,向掠夺之神雅典娜顶礼膜拜,并祈祷着说道: “女神啊,请收下这些并喜乐吧;因为在奥林波斯所有的不朽神明中,我们将首先向您献祭;但请再次引导我们去夺取色雷斯人的战马和袭击他们的营帐。
§10.465ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας §10.466θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε §10.467συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, §10.468μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
” 他这样说,将那些东西从身上高高举起,放在一棵柽柳树上;他又设下一个显眼的标记,一手抓起芦苇和柽柳茂密的枝条,免得他们在这迅疾的黑夜中折返时错过了地方。
§10.469τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, §10.470αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
两人继续前行,穿过武器和黑色的血泊,很快便来到了色雷斯人的营地。
§10.471οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν §10.472καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον §10.473τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
他们因疲惫而沉睡,精美的铠甲整齐地放在身旁的地上,共排成三列;每个人身旁都拴着一双骏马。
§10.474Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι §10.475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
瑞索斯在中间沉睡,他身旁那两匹骏马用皮带系在战车后围上。
§10.476τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· §10.477οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, §10.478οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
奥德修斯首先看到了他,便指给迪奥墨得斯看: “迪奥墨得斯,这人就是那男子,这些就是那些战马,就是我们杀死的那个多隆对我们提起过的。
§10.479ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ §10.480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους· §10.481ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
来吧,展露你强有力的威能吧;你绝不可拿着武器无所事事地站着,快去解开那些战马;或者你去杀死那些汉子,战马由我来照管。
§10.482ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, §10.483κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς §10.484ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
” 他这样说,明眸的雅典娜随即将力量注入他体内,他转身四下砍杀;在利刃的打击下,痛苦的呻吟声四起,大地被鲜血染红。
§10.485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν §10.486αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, §10.487ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς §10.488ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς §10.489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς §10.490τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, §10.491τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι §10.492ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ §10.493νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
犹如一只雄狮,扑向无人看管的羊群,或是山羊或是绵羊,不怀好意地猛扑过去,提丢斯之子便这样向色雷斯人扑去,直到杀死了十二个人;而足智多谋的奥德修斯,每当提丢斯之子用剑砍倒一个人,奥德修斯就会从后面抓住那人的脚,将其拖开,他心中存着这样的念头,好让那些鬃毛美丽的骏马能轻松通过,不至于在踏过尸体时心中感到惊恐;因为它们对此还未习惯。
§10.494ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, §10.495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα §10.496ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη §10.497τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
但当提丢斯之子来到国王身旁时,他夺走了这第十三个人的甜美的生命,此时他正喘着粗气;因为在雅典娜的筹划下,当夜,奥内乌斯之子(迪奥墨得斯)化作恶梦,伫立在他的头顶。
§10.498τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, §10.499σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου §10.500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν §10.501ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· §10.502ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
与此同时,坚忍的奥德修斯解开了单蹄骏马,用皮带将它们系在一起,赶出人群,用弓抽打着它们,因为他未曾想到用手去拿那饰有花纹的战车上明亮的马鞭;随后他吹起口哨,给高贵的迪奥墨得斯发出信号。
§10.503αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, §10.504ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
但迪奥墨得斯却留在原地,思索着还能做出什么更惊人的举动,是夺走那辆放着精美铠甲的战车,

词汇与语法注释

  1. §10.440τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν / ἄνδρεσσιν φορέειν — 不定式 `φορέειν` 在语法上受动词 `ἔοικεν`(合适、相称)支配,与格 `καταθνητοῖσιν ἄνδρεσσιν` 则作为动作的主体(行为与格):“这些盔甲不适合凡人穿戴”。
  2. §10.444πειρηθῆτον ἐμεῖο — 动词 `πειράομαι`(此处为双数过去被动虚拟式 `πειρηθῆτον`)支配属格,因此接人称代词属格 `ἐμεῖο`(我),意为“检验我”或“验证我的话”。
  3. §10.457φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη — 此处使用了属格独立结构 `φθεγγομένου ... τοῦ`(“正当他还在说话时”),用以修饰主句 `κάρη κονίῃσιν ἐμίχθη`(“头颅滚落尘土”),以此强调斩首动作之迅速,甚至在声音未绝时已然发生。
  4. §10.489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε — 关系从句中的希求法 `πλήξειε` 用作过去时间中的反复希求法(表示“每当他砍倒人时”)。它与主句中反复过去时(iterative past)动词 `ἐξερύσασκε` 呼应,共同表达过去多次重复发生的动作。
  5. §10.496κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη — 下一行的 `Οἰνεΐδαο πάϊς`(奥内乌斯的后代,即迪奥墨得斯)作为前一行 `κακὸν ὄναρ`(恶梦)的同格或实质主语,构成比喻:在雅典娜的筹划下,迪奥墨得斯本人宛如一场活生生的恶梦,伫立在瑞索斯的床头。

引用这一段

荷马, 伊利亚特 §10.434-10.504. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.434-10.504

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。