在他柔软的床上;身旁放着他那色彩斑斓的盔甲,盾牌、两支长枪和闪亮的头盔。
§10.77πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς §10.78ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο §10.79λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
他的身旁还放着那条绚丽的腰带,老人每当率领部众全副武装去参加毁灭人类的战争时,就用它束腰,因为他绝不屈服于悲惨的暮年。
§10.80ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας §10.81Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· §10.82τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος §10.83νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
他用胳膊肘撑起身体,抬起头,对着阿特柔斯之子说话,言语中带着探询: “你是谁,在众人都入睡的黑夜里,独自一人穿行在船只和营帐之间?
§10.84ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
你是在寻找某个守卫,还是某个同伴?
§10.85φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο·
请说话,不要一声不吭地向我走来。
τίπτε δέ σε χρεώ;
你有什么急需?
§10.86τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §10.87ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §10.88γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων §10.89Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ §10.90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
” 众民的国王阿伽门农随后回答他道: “涅琉斯之子涅斯托尔啊,阿开亚人的伟大荣耀,你会认出我是阿特柔斯之子阿伽门农,在所有人中,宙斯将他抛入无休止的苦难,只要气息还在我的胸中,我那亲爱的双膝还能挪动。
§10.91πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος §10.92ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
我这样徘徊,是因为甘美的睡眠不肯落在我的眼睑,而是为战争和阿开亚人的苦难而忧心忡忡。
§10.93αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ §10.94ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω §10.95στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
我为达奈人深感恐惧,我的心无法平静,极度惊惶,我的心跳从胸膛里怦怦地跳出,我那明亮的四肢也在下面颤抖。
§10.96ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, §10.97δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν §10.98μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ §10.99κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
但如果你有什么主意,因为睡眠也没有临到你,我们且到守卫那里去,看看他们是否因劳累和困倦已经睡去,全然忘记了值守。
§10.100δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν §10.101μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
敌人们正驻扎在附近,我们根本无法预料他们是否会在夜间发起攻击。
§10.102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §10.103Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §10.104οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς §10.105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται·
” 随后,格雷尼亚的骑士涅斯托尔回答他道: “最显赫的阿特柔斯之子、众民的国王阿伽门农,智谋的宙斯绝不会让赫克托尔的所有心愿达成,正如他现在所期望的那样。
ἀλλά μιν οἴω §10.106κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς §10.107ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
但我认为,他将承受更多的痛苦与折磨,如果阿喀琉斯从他那惨痛的愤怒中转变心意。
§10.108σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους §10.109ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα §10.110ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
我乐意追随你;但我们也要去唤醒其他的人,无论是以枪闻名的狄俄墨得斯,还是奥德修斯,还有敏捷的埃阿斯,以及菲琉斯的勇猛之子。
§10.111ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν §10.112ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· §10.113τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
要是有人也能去召唤其他人就好了,神圣的埃阿斯和国王伊多墨纽斯;因为他们的船只泊在最远处,一点也不近。
§10.114ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον §10.115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω §10.116ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
但尽管墨涅拉奥斯既亲切又受人尊敬,我还是要责备他,哪怕你会对我发怒,我绝不隐瞒,因为他正在睡觉,却让你独自承担辛劳。
§10.117νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι §10.118λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
现在他本该在所有首领中间奔波,哀求他们;因为无法忍受的危急已经降临。
§10.119τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §10.120ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· §10.121πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι §10.122οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, §10.123ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
” 众民的国王阿伽门农回答他说道: “老人啊,在其他时候我也会让你去责怪他;因为他经常松懈,不愿出力,既非由于懒惰,也非由于心智愚钝,而是看着我,等待我的主动。
§10.124νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· §10.125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
但现在他比我醒得早得多,已经站在我面前;我已派他去召唤你所询问的那些人。
§10.126ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων §10.127ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
我们走吧;我们将在营门前的守卫那里找到他们,因为我已吩咐他们在那儿聚集。
§10.128τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §10.129οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει §10.130Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
” 随后,格雷尼亚的骑士涅斯托尔回答他道: “如果是这样,阿耳戈斯人中便没人会怪罪他,也不会不服从他,每当他激励并命令任何人时。
§10.131ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, §10.132ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §10.133ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν §10.134διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
” 他说完,在胸前穿上长衫,在光洁的双脚上系好美丽的凉鞋,随后披上一件红色的斗篷,用别针别好,斗篷是双层的,非常宽大,上面覆盖着厚厚的羊毛。
§10.135εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, §10.136βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
他拿起了那柄用锋利青铜制成的强力长枪,举步向披青铜铠甲的阿开亚人的船只走去。
§10.137πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον §10.138ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ §10.139φθεγξάμενος·
接着,格雷尼亚的骑士涅斯托尔首先大声呼喊,将智谋堪比宙斯的奥德修斯从睡梦中唤醒。
τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, §10.140ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· §10.141τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
声音立刻传进了他的心中,他走出营帐,对他们说道: “你们为何在神圣的夜色中,独自一人在船只和营帐间徘徊?
§10.142νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
有什么如此重大的急需降临?
§10.143τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §10.144διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §10.145μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
” 格雷尼亚的骑士涅斯托尔回答他道: “神育的拉埃尔特斯之子、足智多谋的奥德修斯,请不要见怪;因为如此深重的痛苦已经压倒了阿开亚人。
§10.146ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
但请跟我来,好让我们也去唤醒其他合适的人”