§919καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν· §920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, §921οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο §922συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ §923ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
然而,忒拜并没有把你教育成恶人;因为他们不习惯培养不义之人,如果他们得知你正在掠夺我的财产以及神明的财产,并且强行带走可怜的求庇护者,他们绝不会赞许你。
§924οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός, §925οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, §926ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς §927οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην §928ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
至于我,如果我踏入你的土地,即便我拥有世上最正当的理由,只要没有该地统治者的许可——无论他是谁,我也绝不会强行拖走或带走任何人;相反,我懂得一个外邦人在公民之中应当如何自处。
§929σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν §930τὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνος §931γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
但你却在羞辱一个不该受此对待的城邦,也就是你自己的祖国,而那流逝的岁月使你既成了老人,又失去了理智。
§932εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, §933τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά, §934εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις §935εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι §936τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
因此我以前说过,现在再次声明,必须有人尽快把那些女孩带到这里来,除非你愿意被迫且不情愿地成为这片土地上的居留者;我对你说的这些话,无论是心中所想还是口中所说,都是一致的。
§937ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ;
外乡人,你看到你落到了什么境地吗?
ὡς ἀφʼ ὧν μὲν εἶ §938φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.
从你的出身来看,你似乎是个正义的人,但在行动中却被发现正在作恶。
§939ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων, §940ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς, §941τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι §942οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι §943ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
埃勾斯之子啊,我并非认为这座城邦没有男人,或者像你所说的那样没有远虑,才做出了这样的事情,而是因为我知道,对我的亲属的任何热忱都不会降临在他们身上,以至于违背我的意愿去抚养他。
§944ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον §945κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι §946ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
而且我知道,他们绝不会接纳一个弑父者和不洁之人,也不会接纳一个被发现与孩子结下不洁婚姻的人。
§947τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον §948ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ §949τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει· §950ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.
我深知他们在这片土地上拥有阿瑞斯的贤明议会,它绝不容许这样的流浪者与他人共同居住在这座城邦之中;因着对它的信任,我才下手捕获了这一猎物。
§951καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς §952αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει· §953ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
而且,若不是他对我自身以及我的家族发出了恶毒的诅咒,我是绝不会做这些事的;作为受害的代价,我认为自己有权以此作为回报。
因为对于愤怒而言,除了死亡之外没有别的衰老;死者不会再受到任何痛苦的折磨。
§956πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ §957ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω, §958σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως, §959καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.
因此,你想怎么做就怎么做吧;因为我的孤立无援——即使我的话是正当的——仍然使我显得软弱无力;然而,面对你的所作所为,即便到了这样的年纪,我仍将尽力予以反击。
§960ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
无耻的心灵啊,你以为你现在是在侮辱谁?
§961πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
是在侮辱我这个老人,还是在侮辱你自己?
§962ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς §963τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας §964ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον, §965τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
你那张嘴里吐出了杀戮、婚姻和种种灾难,这些都是我这可怜人非自愿承受的;因为神明乐意如此,也许是因为他们很久以前就对我的家族怀有愤怒。
§966ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ §967ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου §968τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
因为单就我自身而言,你找不出我有任何罪过,以至于作为惩罚,让我对自己和我的亲人犯下这些罪行。
§969ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ §970χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν, §971πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,
那么请告诉我,如果神明通过神谕向我的父亲预言,他将死在孩子的手里,你又怎能公正地为此责备我?
那时我既没有从父亲那里获得生命的萌芽,也没有从母亲那里获得,那时我还没有出生呢!
§974εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην, §975ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, §976μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων, §977πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;
如果我出生之后,像我表现出来的那样不幸,与我的父亲发生冲突并杀死了他,却完全不明白我在做什么,以及我在对谁做,你又怎能合情合理地指责一件非自愿的行为?
至于我的母亲,你这恶棍,难道你不为强迫我谈论她的婚姻而感到羞耻吗?
她可是你的同胞姐妹,我很快就会说出那是怎样的婚姻;因为我绝不会保持沉默,既然你已经张开了你那不洁的嘴到了如此地步。
§981ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,
她生了我,生了我,唉,这是我的不幸!
她不知道,我也不知道,生下我之后,她又为我生下了孩子,这成了她自己的耻辱。
§984ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ §985κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν §986ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.
但我深知一件事:你是故意在恶毒地谈论我和她;而我娶她并非自愿,如今说出这些话也同样非我所愿。
§987ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς §988γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι §990φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
但是,无论在这桩婚姻中,还是在你总是拿来痛苦地责备我的弑父罪行中,我都不会被证实是邪恶的。
§991ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.
因为在我向你询问的事情中,你只需回答我一件事。
§992εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε
如果有人现在在这里威胁你这个正义的人,