§75οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς;
陌生人啊,你知道如何才不至犯错吗?
ἐπείπερ εἰ §76γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος, §77αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ §78τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις §79λέξω τάδʼ ἐλθών·
既然你看来看去,除了你的命运之外,你显得很是高贵,就在你出现的地方待着,直到我去向这里的、而非城里的本地同胞村民说明这些事。
οἵδε γὰρ κρινοῦσί σοι §80εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.
因为他们将为你裁决,你应当留下来,还是应当回去。
§81ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;
孩子啊,那位陌生人真的离开我们了吗?
他走了,所以父亲,一切都归于宁静,您可以尽管开口,因为只有我守在身边。
§84ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας §85πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ, §86Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες, §87ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά, §88ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, §89ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν §90σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, §91ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, §92κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, §93ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν· §94σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα, §95ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,
面容可怖的庄严女神们啊,既然现在在这片土地上,我首先在你们的座位上屈膝,请不要对福玻斯和我无情,他当年向我预言那诸多灾祸时,曾对我说,在漫长的岁月后将会有这处息脚之地,当我来到终点之邦,在那里我将找到庄严女神的宝座和庇护所,我将在此结束我这悲惨的一生,给接纳我的居留者带来利益,而给驱逐我、打发我走的那些人带来灾祸;还向我保证,这些事的征兆将会降临,或是地震,或是某种雷鸣,或是宙斯的闪电。
§96ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν §97οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν §98ἐξήγαγʼ εἰς τόδʼ ἄλσος·
如今我已知晓,在这条道路上,绝非不是因你们所派出的可信之预兆将我引入这片圣林。
οὐ γὰρ ἄν ποτε §99πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν, §100νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην §101βάθρον τόδʼ ἀσκέπαρνον.
因为若非如此,我在旅途中绝不可能最先遇到你们,我这不饮酒者,遇到了不饮酒的你们,也不会坐在这粗雕的庄严台座之上。
ἀλλά μοι, θεαί, §102βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότε §103πέρασιν ἤδη καὶ καταστροφήν τινα, §104εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ §105μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.
然而,女神们啊,请遵照阿波罗的神谕,给我的生命一个终结和某种结局,除非我显得过于卑微,我这终生承受凡人极致苦难而服劳役的人。
§106ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, §107ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναι §108πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, §109οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιον §110εἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας.
来吧,古老黑暗的可爱女儿们,来吧,以最伟大的帕拉斯命名的雅典,万邦中最尊贵的城邦雅典啊,请怜悯俄狄浦斯这具可怜的幻影;因为这确实不再是他往昔的肉体了。
静声;因为有些人在走来,年岁已高,前来察看你驻足之地。
§113σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδα §114κρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθω §115τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν §116ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.
我会静声的;你且将我的脚步引离道路,隐藏在这圣林里,直到我弄清楚这些人要说些什么话;因为在探知之中,包含着对所作之事的谨慎。
§117ὅρα.
看啊!
τίς ἄρʼ ἦν;
究竟是谁?
ποῦ ναίει;
他躲在哪里?
§123πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ §125ἔγχωρος· προσέβα γὰρ οὐκ §126ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς §127τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν, §128ἃς τρέμομεν λέγειν §130καὶ παραμειβόμεσθʼ ἀδέρκτως, §131ἀφώνως, ἀλόγως τὸ τᾶς. §132εὐφάμου στόμα φροντίδος
是个流浪汉,这老人是个流浪汉,绝非本地人;因为他绝不会闯入这不可践踏的圣林,这些不可战胜的少女们的圣林,我们战栗着不敢提及她们的名字,目不斜视地走过去,默默无声,不吐一言,保持着虔敬思虑的静默。
§133ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν §134λόγος οὐδὲν ἅζονθʼ, §135ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω §136δύναμαι τέμενος §137γνῶναι ποῦ μοί ποτε ναίει.
但现在,有传闻说来了一个人,毫无敬畏之心,我环顾整片圣域,却仍无法看清他究竟躲在何处。
§138ὅδʼ ἐκεῖνος ἐγώ·
我就是那个人!
φωνῇ γὰρ ὁρῶ, §139τὸ φατιζόμενον.
因为我是凭声音‘看’的,正如俗话所说。
§140ἰὼ ἰώ,
哎呀,哎呀!
§141δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
目之所及令人惊畏,耳之所听令人惊骇!
§142μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.
我恳求你们,不要把我当成目无法纪的人来看待。
§143Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;
消灾的宙斯啊,这老人究竟是谁?
§144οὐ πάνυ μοίρας εὐδαιμονίσαι §145πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας. §146δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις §147ὄμμασιν εἷρπον §148κἀπὶ σμικροῖς μέγας ὥρμουν.
绝非是一个命运尊贵、值得庆贺之人,此地的守护者啊,事实显而易见;因为若非如此,我就不会靠着别人的眼睛来摸索前行,我也不会凭着我这高大的身躯,寄托在微小者身上。
§149ἐή, ἀλαῶν ὀμμάτων
唉!
§150ἆρα καὶ ἦσθα φυτάλμιος;
你难道天生就是一双瞎眼吗? 难道你从出生起便是如此?
δυσαίων §151μακραίων γʼ, ὅσʼ ἐπεικάσαι.
你这命途多舛、长寿却不幸的人,依我推测。
§155περᾷς γάρ, περᾷς·
因为你逾矩了,你越界了!
ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ- §156φθέγκτῳ μὴ προπέσῃς νάπει §157ποιάεντι, κάθυδρος οὗ §158κρατὴρ μειλιχίων ποτῶν §160ῥεύματι συντρέχει, §161τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι;
但为了不让你跌入这无声、草木繁茂的幽谷,那里有充盈着水的甘美饮品的调酒缸,正与清流汇合,极不幸的陌生人啊,对此你要多加提防!
§162μετάσταθʼ ἀπόβαθι.
退后,离去!
πολ- §163λὰ κέλευθος ἐρατύει·
太远的距离阻碍了声音。
§165κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα;
你听到了吗,饱受苦难的放浪者?
§166λόγον εἴ τινʼ οἴσεις §167πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, §168ἵνα πᾶσι νόμος, §169φώνει· πρόσθεν δʼ ἀπερύκου.
如果你要对我们发表言论,就请离开不可践踏的禁地,到众人通行的合法之地,再开口吧;在那之前,先止步退避。
§170θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;
女儿啊,人该如何考虑才好呢?
父亲啊,我们必须顺应市民们的习惯,在应当让步之处让步,并听从他们的要求。
§173πρόσθιγέ νύν μου.
那么请拉住我吧。
§173aψαύω καὶ δή.
我已经扶着您了。