Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §178-276

俄狄浦斯表明身份并申辩求留

第 3 段,共 21 段 · 希腊语

内容简介

在安提戈涅的指引下,俄狄浦斯在石座上安顿下来,并在歌队的追问下透露了自己的真实身份。歌队因恐惧其诅咒而命令他立即离开,但安提戈涅诉诸雅典敬神怜人的名声,俄狄浦斯也申辩自己悲剧性行为的被动性,极力哀求留下的慈悲。

§178ἔτʼ οὖν;
还要走吗?
§178aἔτι βαῖνε πόρσω.
还要再往前走。
§179ἔτι;
还要吗?
§180προβίβαζε, κούρα, §181πόρσω· σὺ γὰρ ἀΐεις.
引领他上前吧,女孩,再往前,因为你明白我们的意思。
§182ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω.
跟上吧,跟上,用您衰弱的脚步,父亲,照着我引领您的方向。
§184τόλμα ξεῖνος ἐπὶ ξένης, §185ὦ τλάμων, ὅ τι καὶ πόλις §186τέτροφεν ἄφιλον ἀποστυγεῖν §187καὶ τὸ φίλον σέβεσθαι.
忍耐吧,作为一个异国土地上的异邦人,哀怜的人啊,凡是这城邦培育起来视为不友善的事物,你也要憎恶,而友善的事物,你当敬重。
§188ἄγε νυν σύ με, παῖ, §189ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες §190τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν, §191καὶ μὴ χρείᾳ πολεμῶμεν.
那么,孩子,引领我吧,让我们走上虔敬的道路,一方可以说话,另一方可以倾听,而不与命运抗争。
§192αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.
就在那里;不要再把脚迈出这块天然石台之外。
§193οὕτως;
这样吗?
§193aἅλις, ὡς ἀκούεις.
够了,正如你听到的那样。
§195ἦ ἑσθῶ;
我可以坐下吗?
§195aλέχριός γʼ ἐπʼ ἄκρου §196λᾶος βραχὺς ὀκλάσας.
侧过身子,是的,在低矮岩石的边缘蹲坐下来。
§197πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ §198ἰώ μοί μοι.
父亲,这是我的任务;在平静的啊,我好悲伤!
§199βάσει βάσιν ἅρμοσαι, §200γεραὸν ἐς χέρα σῶμα σὸν §201προκλίνας φιλίαν ἐμάν.
脚步中,让您的脚步合上我的,将您年迈的身体倾向我那关怀的手。
§202ὤμοι δύσφρονος ἄτας.
啊,可怕毁灭的痛苦!
§203ὦ τλάμων, ὅτε νῦν χαλᾷς, §204αὔδασον, τίς ἔφυς βροτῶν;
哀怜的人啊,既然你现在安息了,告诉我们,你是凡人中的哪一位?
§205τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂν
是谁引领着你这备尝艰辛的人?
§206σοῦ πατρίδʼ ἐκπυθοίμαν;
你的祖国,我们能打听一下是哪儿吗?
§207ὦ ξένοι, §208ἀπόπτολις· ἀλλὰ μὴ §209τί τόδʼ ἀπεννέπεις, γέρον;
外邦人啊,我是个流亡者;但请不要—— 老人家,你这是在拒绝什么?
§210μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι, §211μηδʼ ἐξετάσῃς πέρα ματεύων.
不要,不要,不要追问我是谁,也不要再进一步探问、搜寻。
§212τί τόδʼ;
这是为何?
§212aαἰνὰ φύσις.
可怕的身世。
§212bαὔδα.
说吧。
§213τέκνον, ὤμοι, τί γεγώνω;
孩子,天哪,我该大声说出什么?
§214τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν.
外邦人,你究竟是谁的后代,从你父亲那方面说。
§215ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;
天哪,我会有什么遭遇,我的孩子?
§216λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις.
说吧,既然你确实已经走到了极处。
§217ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.
那我就说了,因为我已无可隐瞒。
§218μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
你们两个拖延太久了,快点。
§220Λαΐου ἴστε τινʼ;
你们知道某个莱乌斯吗?
§220aὢ ἰοὺ ἰού. §221τό τε Λαβδακιδᾶν γένος;
哦!
§221aὦ Ζεῦ.
天哪! 还有拉布达科斯一族? 哦,宙斯啊!
§222ἄθλιον Οἰδιπόδαν;
那悲惨的俄狄浦斯?
§222aσὺ γὰρ ὅδʼ εἶ;
因为你就是他吗?
§223δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.
对我所说的,不要有任何恐惧。
§224ἰὼ ὢ ὤ.
啊!
§224aδύσμορος.
不幸的人啊!
§224bὢ ὤ.
哦!
§225θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;
女儿,接下来马上会发生什么?
§226ἔξω πόρσω βαίνετε χώρας.
走开,远远地离开这片土地!
§227ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις,
那你所承诺的事情,你要放在哪里?
§228οὐδενὶ μοιριδία τίσις ἔρχεται §230ἃν προπάθῃ τὸ τίνειν·
对于先前承受痛苦而给予报复的人,没有命运的惩罚会降临他身上。
ἀπάτα δʼ ἀπά- §231ταις ἑτέραις ἑτέρα παραβαλλομέ- §232να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- §233χειν.
而欺骗,若是与别的欺骗相抗衡,带来的只是痛苦,而不是恩义。
σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος §234αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε, §235μή τι πέρα χρέος §236ἐμᾷ πόλει προσάψῃς.
但你,再次从这些座位上挪开,立刻从我的土地上驱逐出去,免得你给我这城邦带来更大的负债。
§237ὦ ξένοι §238αἰδόφρονες, ἀλλʼ ἐπεὶ §239γεραὸν πατέρα τόνδʼ ἐμὸν §240οὐκ ἀνέτλατʼ, ἔργων §241ἀκόντων ἀΐοντες αὐδάν, §242ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃ §243πατρὸς ὑπὲρ τοὐμοῦ μόνου §244ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα §245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος §246ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον §247αἰδοῦς κῦρσαι·
外邦人啊,心怀敬畏的人们,但是,既然你们不能容忍我这位年迈的父亲,只因听到了他无心之过的声音,然而,外邦人啊,我们恳求你们,可怜可怜我这悲惨的人吧,我仅仅为了我的父亲,用我这双并非失明的眼睛注视着你们的眼睛来哀求,如同一个从你们自身血脉中显现的人一样,好让这悲惨的人能够获得同情。
ἐν ὔμμι γὰρ ὡς θεῷ §248κείμεθα τλάμονες.
因为在你们身上,如同对神明一样,我们这些可怜人依偎着。
ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·
来吧,请首肯这出乎意料的恩义。
§250πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, §251ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός· §252οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, §253εἰ θεὸς ἄγοι, §253bἐκφυγεῖν δύναιτο.
我以任何对你而言是珍贵的事物恳求你,或是孩子,或是妻子,或是责任,或是神明;因为你仔细观察,也无法发现有哪个凡人,若是神明在牵引他,能够逃脱。
§254ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου §255οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
但要明白,俄狄浦斯的孩子,我们对你和对他因这不幸而抱有同等同情。
§256τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν §257φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
但因畏惧来自神明的事物,我们无法说出超出如今对你所说的那些话。
§258τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς §259μάτην ῥεούσης ὠφέλημα γίγνεται, §260εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας §261εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον §262σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
那么,如果雅典真的被称为最敬神的地方,是唯一能拯救受虐外邦人的地方,并且是唯一拥有保护力量的地方,那么虚掷的声名或徒然流传的美誉,又有何益处呢?
§263κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων
而我的境遇,这又算什么呢?
§264ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε, §265ὄνομα μόνον δείσαντες;
你们先是让我从这些石座上站起来,接着又要驱逐我,仅仅害怕我的名字?
οὐ γὰρ δὴ τό γε §266σῶμʼ οὐδὲ τἄργα τἄμʼ·
因为这确实不是我的肉体也不是我的行径。
ἐπεὶ τά γʼ ἔργα μου §267πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα, §268εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, §269ὧν οὕνεκʼ ἐκφοβεῖ με·
因为我的行径更多是承受痛苦,而非主动做恶,如果我必须要说起我母亲和父亲的事情的话—— 那正是你们害怕我的原因。
τοῦτʼ ἐγὼ καλῶς §270ἔξοιδα.
这一点我很清楚。
καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
然而,我天生怎会是邪恶的?
§271ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν §272ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;
我只是承受了痛苦后进行还击,因此即使我是在知情的情况下做了这些,我也绝不会因此成为邪恶之徒。
§273νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην, §274ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.
但实际上,我是在一无所知的情况下到了我所到的境地,而那些让我承受痛苦的人,却在知情的情况下毁灭了我。
§275ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, §276ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,
因此,我以神明的名义恳求你们,外邦人,正如你们让我起立一样,请这样拯救我,

词汇与语法注释

  1. 228οὐδενὶ μοιριδία τίσις ἔρχεται ἃν προπάθῃ τὸ τίνειν — 语法上极具挑战性的难点。关系代词短语 ἃν(即 ἃ ἄν)的先行词指“先前所遭受的侵害”,并作为冠词性不定式短语 τὸ τίνειν(进行报复/偿还)的宾语。整句意为:“对于报复先前所受侵害之人,命运的惩罚不会降临到他身上。”
  2. 243ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα ὄμμα σὸν ὄμμασιν — 安提戈涅直接向歌队恳求,将自己“看得见的眼睛”与父亲的“盲眼”进行对比。现在分词 προσορωμένα 为阴性单数主格,与主语(安提戈涅)一致,作及物动词用(意为“注视着”),支配直接宾语宾格 ὄμμα σὸν(您的眼睛)和表示手段或方式的与格 οὐκ ἀλαοῖς ὄμμασιν(用非失明的眼睛)。
  3. 267πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα — 一个迂言体动词结构,由中性复数完成时分词(πεπονθότα 与 δεδρακότα)和系动词 ἐστί(因主语为中性复数而用单数形式)结合而成,主语为 τά γʼ ἔργα μου(我的行径)。该句勾勒出俄狄浦斯伦理申辩的核心:他的行为并非“主动做恶”,而是“被动承受运命的折磨”。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §178-276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:178-276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。