Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §434-510

谴责诸子与向复仇女神献祭的仪式

第 6 段,共 21 段 · 希腊语

内容简介

俄狄浦斯强烈谴责了他的儿子们和忒拜人,指出在他当初渴望流放时他们弃他不顾,如今却为了自身利益试图召回他,并祈求科罗诺斯的当地女神予以庇护。歌队向他传授了对复仇女神进行洁净仪式的步骤,伊斯墨涅随即代表父亲出发去履行该仪式。

§434ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι §435τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, §436οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·
(我的)怒火升腾,对我来说最感惬意的是,死去,或是被乱石砸死,却没有任何人出面来成全这一愿望。
§437χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, §438κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι §439μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, §440τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ §441ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν, §442οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
但随着时间的流逝,当所有的痛苦都已经平复,我开始领悟到我的怒火已经失控狂奔,沦为比过去的过错更为过分的惩罚者,就在那时,城邦一方面用暴力将在这片土地上滞留已久的我强行驱逐;而另一方面,那些属于父亲的人(儿子们),虽然有能力帮助父亲,却不愿采取行动。
§443οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν §444φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
相反,只为了那微不足道的一句话,我便被他们放逐在外,永远作为一个乞丐四处漂泊。
§445ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις §446δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου §447καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
然而,从眼前的这两个少女身上,在她们的天性所允许的范围内,我不仅得到了生活的给养,还得到了这片土地上的安全以及亲族的庇护。
§448τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους §449καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
但那两个人(儿子们)却宁可舍弃生父,选择王座,执掌权杖并在这片土地上实行僭主统治。
§450ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, §451οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ §452ὄνησις ἥξει·
但是,他们绝无可能得到我这个盟友,这一卡德摩斯的统治也绝不会给他们带来任何益处。
τοῦτʼ ἐγῷδα, τῆσδέ τε §453μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ §454παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
这一点我很清楚,因为我既听到了眼前这女孩带来的神谕,又在心中深思那古旧的预言,那些霍伊波斯(阿波罗)曾为我成就的事。
§455πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ §456μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.
因此,就让他们派克瑞翁来搜寻我吧,或者是城邦中其他任何有权势的人。
§457ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ §458προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς §459ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν §460σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.
因为,异邦人啊,如果你们愿意,与守护这片领土的庄严、神圣的女神们一起挺身相助,你们就会为这个城邦赢得一位伟大的救星,并给我的仇敌们带来苦难。
§461ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, §462αὐτός τε παῖδές θʼ αἵδʼ·
歌队: 奥狄浦斯,你值得怜悯,你自己以及这些孩子都是。
ἐπεὶ δὲ τῆσδε γῆς §463σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ, §464παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
然而,既然你在这番话中,将自己视作这片土地的救星,我想向你提出对你有利的建议。
§465ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.
奥狄浦斯: 噢,最亲爱的人啊,请指引我,我现在会履行一切。
§466θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς §467τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
歌队: 那么,请对这些神明行洁净之礼吧,你最初来到并踏足其土地的正是这些女神。
§468τρόποισι ποίοις;
奥狄浦斯: 用什么方法?
ὦ ξένοι, διδάσκετε.
异邦人啊,请指教。
§469πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς §470κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.
歌队: 首先,从不竭的泉水中汲取神圣的祭酒,用洁净的双手捧着带来。
§471ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;
奥狄浦斯: 当我取得这纯洁的泉水之后呢?
§472κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, §473ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
歌队: 那里有调酒盆(克拉特尔),是巧匠手作之物;请装饰它们的边缘和两侧的把手。
§474θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
奥狄浦斯: 是用嫩枝,还是用羊毛线,或者是用什么方法?
§475οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
歌队: 拿一只年轻母羊新剪下的羊毛。
§476εἶεν·
奥狄浦斯: 明白了。
τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
接着,我应该在何处完成仪式?
§477χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
歌队: 面向初升的东方站立,倾倒祭酒。
§478ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
奥狄浦斯: 我是用你所说的这些水罐来倾倒这些祭酒吗?
§479τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.
歌队: 倒出三股流泉;而把最后一罐全部倾倒干净。
§480τοῦ τόνδε πλήσας θῶ;
奥狄浦斯: 我该把这最后一罐盛满什么再放下?
δίδασκε καὶ τόδε.
这也请教导我。
§481ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
歌队: 水和蜂蜜;切勿加入美酒。
§482ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
奥狄浦斯: 当叶茂幽暗的大地接纳了这些祭品之后呢?
§483τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν §484τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
歌队: 用双手将三乘九(二十七)支橄榄嫩枝安放在其上,并作如下祈祷。
§485τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.
奥狄浦斯: 这些我想听听;因为这最为至关重要。
§486ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν §487στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον, §488αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, §489ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν· §490ἔπειτʼ ἀφέρπειν ἄστροφος.
歌队: 就像我们称呼她们为“欧墨尼得斯(慈悲女神)”一样,愿她们以慈悲的胸怀接纳这位求取救赎的哀求者,你自己以及任何代替你祈祷的人,都要这样祈求,低声祈祷,切勿拉长呼喊;随后转身离去,切莫回头。
καὶ ταῦτά σοι §491δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ· §492ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.
如果你履行了这些,我会满怀信心地守护在你的身旁;否则,异邦人啊,我会为你感到担忧。
§493ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
奥狄浦斯: 孩子们,你们听到这些邻近的异邦人的话了吗?
§494ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
安提戈涅与伊斯墨涅: 我们听到了;请吩咐我们该做什么。
§495ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν §496τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν· §497σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.
奥狄浦斯: 对对我来说,那条路是无法通行的;因为我落在了无能为力与失去光明这两个灾祸之中;你们两个中去一个人来履行这些仪式。
§498ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν §499ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
因为我认为,只要怀着善意,哪怕是独一的灵魂也足以替千万人偿还这笔债务。
§500ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με §501μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας §502ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.
但是,请迅速行动;只是不要把我独自留下;因为我这残躯已没有力量独自在没有向导的情况下步履蹒跚。
§503ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα §504χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
伊斯墨涅: 那么,我去履行仪式;然而,关于我该在何处找到所需之物的地方,这我想了解。
§505τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του §506σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.
歌队: 在这片圣林的那一边,姑娘;如果你对任何东西有所匮乏,那里有居民会指引你。
§507χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε §508φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ §509οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
伊斯墨涅: 我这就过去;安提戈涅,你在这里看护这位父亲;因为为了生身父母,即使付出辛劳,也不该去计较那份辛苦。
§510δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·
歌队: 异邦人啊,唤醒早已平息的旧日灾祸诚然令人恐惧;

词汇与语法注释

  1. §438κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων — 分词 ἐκδραμόντα(宾格单数阳性)用作知觉动词 μανθάνω(领悟、获悉)的补足语,表示对事实的认知(“我领悟到我的怒火已经跑出……”)。μείζω κολαστὴν(更大的惩罚者)是该分词的谓语性补足语,而属格 τῶν πρὶν ἡμαρτημένων(过去的过错)则是修饰比较级 μείζω 的比较属格。
  2. §442οἱ τοῦ πατρός — 定冠词 οἱ 连同属格 τοῦ πατρός(“父亲的那些人”)指代“父亲的儿子们”(即波吕涅克斯与埃特奥克勒斯),与前文 §441 的 οἱ δʼ(“而他们”)形成同位语关系。紧随其后的分词短语 τῷ πατρὶ δυνάμενοι(“虽有能力帮助父亲”)修饰此主语,强调了他们的不作为。
  3. §450οὔ τι μὴ λάχωσι — 双重否定 οὐ μή 后接虚拟语气(λαμβάνω 的不定过去时形式 λάχωσι)用于表示对未来事件的强烈否定(“他们绝无可能得到”)。τι 作副词用以加强语气(“一点也”),属格 τοῦδε συμμάχου(“这个盟友”)作动词 λαγχάνω(“获得、分享”)的宾格性代用属格。
  4. §498κἀντὶ μυρίων μίαν ψυχὴν τάδʼ ἐκτίνουσαν — 在由 οἶμαι(“我认为”)引导的宾格加不定式结构中,μίαν ψυχὴν(“一个灵魂/一个人”)是不定式 ἀρκεῖν(“足够”)的宾格主语,分词 ἐκτίνουσαν(“偿还/履行”)与之保持一致。短语 κἀντὶ μυρίων(“即使代替万人”)强调了单一纯洁灵魂的精神效能,表达了俄狄浦斯的宗教信念,即一个怀有善意的人也足以代替众人完成这桩仪式。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §434-510. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:434-510

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。