Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §357-433

争夺王位的消息与俄狄浦斯对儿子的诅咒

第 5 段,共 21 段 · 希腊语

内容简介

伊斯墨涅透露了俄狄浦斯的两个儿子为了忒拜王位展开恶斗、弟弟驱逐了哥哥波吕涅克斯的消息,并告知了关于俄狄浦斯墓地的新神谕以及克瑞翁即将到来的计划。俄狄浦斯听后极度愤怒,对当年放逐自己且如今只顾争权夺利的儿子们施以诅咒。

§357νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ §358φέρουσα;
但是现在,伊斯墨涅,你又给父亲带来了什么样的消息?
τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;
是什么样的旅程让你动身离开家园?
§359ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς §360ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.
因为你绝非空手而来,这一点我非常清楚,除非你是在给我带了一些令人担忧的消息。
§361ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ, §362ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν, §363παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι §364πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.
父亲,为了寻找您在何处栖身和生活而经历的那些苦难,我就姑且不提了;因为我不希望在经历过痛苦之后,又因重新诉说而遭受双重折磨。
§365ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ §366νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.
但我现在来,是为了向您通报您那两个不幸儿子身上如今正在发生的恶事。
§367πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε §368θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, §369λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν, §370οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· §371νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς §372εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή, §373ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
因为起初,他们和克瑞翁都希望能让出王位,不让城邦受到(不洁的)玷污,在心中深思着家族久远的毁灭,正是那曾降临在您那悲惨家门上的破灭;但现在,出于某种神意和罪恶的心思,那丑陋的纷争进入了这对三倍不幸的兄弟之间,去争夺统治权和僭主的权力。
§374χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς §375τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων §376ἀποστερίσκει, κἀξελήλακεν πάτρας.
年龄较小且出生较晚的那一个,剥夺了兄长波吕涅克斯的王位,并将他驱逐出了祖国。
§377ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος, §378τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει §379κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους §380ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον §381τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.
而他,正如我们这里广为流传的流言所说,以流亡者的身份前往低地的阿耳戈斯,为自己赢得了新的姻亲和并肩作战的盟友,以此意图让阿耳戈斯要么立刻以荣耀之势掌控卡德摩斯的平原,要么将其自身声名提升至云霄。
§382ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, §383ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ §384πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
父亲,这些不是空洞的言语,而是可怕的事实;至于神明何时会怜悯您的苦难,我实在无从得知。
§385ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς §386ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;
难道你已经抱有希望,认为神明对我的处境会有所顾念,以致于我终有一日能获救?
§387ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.
是的,父亲,正是基于目前的这些新神谕。
§388ποίοισι τούτοις;
这是些什么样的神谕?
τί δὲ τεθέσπισται, τέκνον;
孩子,预言了什么?
§389σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ §390θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.
预言您有朝一日会被那个地方的人们寻找,无论是在您死后还是生前,都是为了他们的安宁起见。
§391τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;
从我这样一个男人身上,究竟谁能获得福祉?
§392ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
他们说,他们的权力将完全取决于您。
§393ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;
当我已不复存在的时候,难道我才真正算个男人吗?
§394νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.
因为现在神明让您站立起来,而从前他们却摧毁了您。
§395γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
让一个年轻时倒下的人在老年时站立,这是一件廉价的事情。
§396καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν §397ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
然而,您需知道,克瑞翁正是为了这些事情将在不久,而非漫长的时间之后来到您这里。
§398ὅπως τί δράσῃ, θύγατερ;
为了做什么,女儿?
ἑρμήνευέ μοι.
向我解释一下。
§399ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως §400κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.
为了把您安置在忒拜土地的近旁,以便他们可以掌控您,但您不能踏入他们的国境之内。
§401ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;
对于一个被置于门外的人,会有什么益处?
§402κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
对他们来说,您的墓地若是遭遇不幸,将是沉重的负担。
§403κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.
即使没有神明的启示,凭着悟性谁也能明白这一点。
§404τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας §405χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.
因此,为了这个缘故,他们希望将您安置在国土的近旁,而不是让您能自我主宰的地方。
§406ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
难道他们真的要把我葬在忒拜的尘土中吗?
§407ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.
但是,一族同胞的血(亲族之血)是不允许您的,父亲。
§408οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
那么,他们绝无可能将我掌控。
§409ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.
既然如此,这有朝一日必将成为卡德摩斯人的重担。
§410ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;
孩子,在什么样的事态显露时会如此呢?
§411τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
由于您的怒火,当他们站在您的墓前时。
§412ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
孩子,你所说的这些话是听谁说的?
§413ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.
听那些从德尔斐神坛回来的神圣使者说的。
§414καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
霍伊波斯(阿波罗)真的说了关于我的这些话吗?
§415ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.
那些回到忒拜平原的人是这么说的。
§416παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
那么,我的儿子们有人听到了这些话吗?
§417ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.
他们两个人都听到了,而且非常清楚。
§418κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος §419τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
那么,那些最可恶的家伙在听到这些话后,竟然把僭主王位看得比对我的思慕更为重要吗?
§420ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.
我听到这些话也感到痛苦,但我仍旧要承受它。
§421ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην §422ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος §423αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, §424ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ· §425ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει §426μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν §427ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ §428οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον §429οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος §430αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.
但是,愿神明不要熄灭他们命中注定的纷争,并且愿这场关于他们之间战斗的结局能由我来决定,他们现在正执迷于此,并为此举起长枪;这样,无论是现在手握权杖和王座的人不能留存,还是那出逃的人也再不能重返此地;他们这些人,在生养他们的父亲我被如此无耻地驱逐出祖国时,既没有挽留我,也没有保护我,反而任由我被他们毁弃,并被公然宣告流放。
§431εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε §432πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
你也许会说,当时是因为我自愿,城邦才理所当然地批准了这一作为“恩赐”的放逐。
§433οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,
绝非如此! 因为,就在那一天……

词汇与语法注释

  1. 360μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι. — 在否定主句(ἥκεις ... οὐ κ源于“你并非空手而来”)之后,μὴ οὐχὶ 连用分词,表示除非或必然的结果(“除非你给我带来了某种恐惧”,即“你必定带来了令人担忧的消息”)。
  2. 380ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. — 伴随 ὡς 引入的将来时分词 καθέξον 和 βιβῶν(由 βιβάον 缩合,与中性单数主语 Ἄργος 一致),构成对格绝对(或主格同位)结构,用以表示从阿耳戈斯人角度出发的预期目的或结果(“作为阿耳戈斯要么将忒拜平原征服,要么将自身声名提升至云霄之势”)。
  3. 390εὐσοίας χάριν. — εὐσοίας 是 εὐσοία(安全、福祉)的属格,χάριν 作前置词用,支配属格,意为“为了……起见”。这说明俄狄浦斯肉身的存在,无论生前还是死后,对于忒拜人的安全和繁荣都至关重要。
  4. 408οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. — 双重否定词 οὐ μὴ 连用虚拟过去时(κρατήσωσιν),表示强烈的否定未来预测(“他们绝无可能将我掌控”)。
  5. 421κατασβέσειαν... γένοιτο — 祈愿式过去时形式 κατασβέσειαν(第三人称复数)和 γένοιτο(第三人称单数,与主语 τέλος 一致)表达了说话者(俄狄浦斯)强烈的愿望(“愿众神不要熄灭……”、“愿这场战争的结局由我来决定”)。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §357-433. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:357-433

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。